阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐν τῇ μέσῃ τῆς νηστείας

Σωφρόνιος Ἱεροσολύμων

Εγκώμιο στη νηστεία μέσω βιβλικών προτύπων

Αναφορά σε πρόσωπα και γεγονότα της Αγίας Γραφής που αναδεικνύουν τη δύναμη και την πνευματική αξία της νηστείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 4

Ἀλλ’ ὦ νηστεία, θεόσδοτον ἐργαλεῖον, ἡ συγκόπτουσα ὡς πέλεκυς τὰς ἀναφυείσας ἡμῖν ἐμπαθεῖς ὀρέξεις, ὅπερ ἀπολέσας ὁ Ἀδὰμ, ἐξόριστος δέδεικται τῆς τοῦ παραδείσου συμβιώσεως, συντηρήσας δὲ Μωϋσῆς θεόπτης ἐγένετο. Ὦ νηστεία δυνατωτέρα πυρὸς, ἡ τὸ πῦρ τὸ Χαλδαϊκὸν τεφρώσασα, καὶ τοὺς τρεῖς παῖδας ἀτρώτους διαφυλάξασα. Ὦ νηστεία ἡ τὸν προφήτην Ἰωνᾶν λυπήσασα, καὶ τὴν Νινευϊτῶν πόλιν φυλάξασα· καὶ εἴ τις τὰς ὁδοὺς τῆς νηστείας ἐθελήσειεν ἐξιχνιάσαι, τάχα ἂν δυνηθῇ καταλαβέσθαι τὰ Θεοῦ ἄπειρα κρίματα.