阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐν τῇ μέσῃ τῆς νηστείας

Σωφρόνιος Ἱεροσολύμων

Επίλογος και προετοιμασία για την Ανάσταση

Η κατακλείδα της ομιλίας περιλαμβάνει ικεσία για την πνευματική ολοκλήρωση του αγώνα, την ακατάκριτη συμμετοχή στο Πάσχα και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 4

Καὶ γὰρ εἰ τοῦτο ἑλέσθαι θελήσωμεν παθεῖν, καὶ τὴν καλὴν ταύτην ὁδὸν καὶ χρηστὴν αἱρετίσασθαι, δυνησόμεθα μετ’ εὐκολίας καὶ τοῖς πάθεσιν αὐτοῦ συμμορφωθῆναι, ἧς ἀκατακρίτους διὰ τῆς σῆς ἐνεργειῶν δυνάμεως φθάσαι καὶ γενέσθαι θεάμονας ἀξίους καὶ προσκυνητὰς τῇ ἀκαταμαχήτῳ ἐξουσίᾳ τοῦ διὰ σοῦ θάνατον νεκρώσαντος, ποίησον, κατιδεῖν δὲ ἅμα καὶ τὴν λαμπροφόρον ἡμέραν καὶ φαεσφόρον τοῦ Πάσχα μεθ’ ἱλαρᾶς εὐφροσύνης ἀξίωσον, εἰς ἀῤῥαβῶνα μὲν τοῦ ἐκτυπωτέρου τε καὶ ἀληθεστέρου Πάσχα, εἰς ἀπόλαυσιν μὲν τῶν αἰωνίων ἐκείνων ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, ἅμα καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύματι νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.