Ἄμελγε, φησὶ, γάλα, καὶ ἔσται βούτυρον.
Κατάλληλος ὁ τόπος τῆς δικαίων προσευχῆς. Ἐν παραδείσῳ προσευξάμενοι, παράδεισον ἔτεκον, πολὺ τοῦ προτέρου μακαριώτερον. Ἐκεῖ ὄφις ψιθυρίσας, εὐάλωτα τὴν Εὔαν ἐξηπάτησεν. Ἐνταῦθα Γαβριὴλ ὁ ἀρχάγγελος ὁμιλήσας τῇ Μαρίᾳ εὐφρόσυνα, διετάραξεν, ἀλλ᾽ οὐκ ἐξηπάτησεν. Ἐκεῖ ἡ τοῦ ὄφεως ὑπακοὴ θάνατον τὸν ἀμειδῆ προεξένησεν. Ἐνταῦθα ἡ πειθὼ τοῦ ἀγγέλου, ζωὴν τὴν ἀειχαρῆ τοῖς ἀνθρώποις ἀντεισήγαγεν. Ἐκεῖ ἡ ἀπόφασις ὀδυνηρὰ τῇ ἐκ παρακοῆς τικτούσῃ· ἐνταῦθα ἡ τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις, χαρμόσυνα τῇ ἐκπεφευγυίᾳ προφητικῶς τὰς λυπικὰς ὠδῖνας. Ὢ τῆς ἐξαλλαγῆς τῶν πραττομένων! ὢ τῆς καινότητος τῶν τελουμένων! Τὰ ἀρχαῖα παρῆλθε (λελέχθω κἀνταῦθα), ἰδοὺ γέγονε τὰ πάντα καινά. Οἴκου ἀρχὴ κατὰ ἀκριβεστάτην θεωρίαν, καὶ τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἐπιδημίας ἡ παροῦσα πανήγυρις προεκλάμπουσα.