ΕΙΣ ΤΟ ΓΕΝΕΣΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΒΑΠΤΙΣΤΟΥ
αʹ. Ἀηδόνι τινὶ πολυφώνῳ εὔηχα κελαδούσῃ περὶ τὰς ἐαρινὰς ὥρας ἐοικὼς ἡμῖν ὁ λόγος, εὗρεν ἂν τάχα ἐκ μικροῦ ἀνυμνῆσαι τὴν μεγάλην φωνὴν τῆς ἀληθείας σήμερον ἀποκυουμένην· ἐπεὶ δέ ἐστιν ἰσχνοεπὴς καὶ δύσφωνος ἄγαν, πῶς ὑμνήσει τὸ μέγα τῶν προφητῶν κλέος; πῶς αἰνέσει τὸ ἐξαίρετον τῶν ἀποστόλων γέρας; πῶς δοξάσει τὸ ξένον τῶν μαρτύρων σέβας; Καί μοι σκοπητέον τοῦτο, ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἁγίων ἄλλος ἄλλου διείληφε τὰ ἐγκώμια, ὑψηλὸς ὑψηλοῦ, καὶ μετρίου μετριώτερος, τοῦ δὲ νῦν εὐφημουμένου πρὸ τῶν ἄλλων, αὐτὸς Χριστὸς ὁ Θεὸς ἡ ἀλήθεια· φησὶ γάρ· «Μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται».