Σκιρτάτω ἡ σύμπασα κτίσις, τὰ τῆς ἀφθαρσίας νάματα μυστικῶς ἐκ τῆς παρθενικῆς πηγῆς ἀρυομένη καὶ τοῦ θανατηφόρου δίψους ἀποπαύουσα·
Τοιαῦτα ἡμῖν τὰ ἑορταζόμενα σήμερον· τηλικαῦτα τὰ ὑμνολογούμενα, ἃ ἡμῖν ἡ Χριστοανθὴς ῥίζα τοῦ Ἰεσσαί, ἡ ἱερόβλαστος ῥάβδος τοῦ Ἀαρών, ὁ νοητὸς παράδεισος τοῦ τῆς ζωῆς ξύλου, ὁ ἔμψυχος λειμὼν τῶν παρθενικῶν ἀρωμάτων, ἡ κυπρίζουσα θεογεώργητος ἄμπελος τοῦ πεπείρου καὶ ζωοσταγοῦς βότρυος, ὁ ὑψηλὸς καὶ ἐπηρμένος χερουβικὸς θρόνος τοῦ παμβασιλέως, ὁ πλήρης οἶκος τῆς δόξης Κυρίου, τὸ τοῦ Χριστοῦ ἅγιον καταπέτασμα, ὁ τῆς Ἀνατολῆς φαεινότατος τόπος, κοιμηθεῖσα ἐν εἰρήνῃ καὶ δικαιοσύνῃ χαρίζεται· κοιμηθεῖσα, φημί, ἀλλ’ οὐκ ἀποθανοῦσα· μεταστᾶσα, ἀλλ’ οὐ καταλιποῦσα ὑπερασπίζεσθαι τοῦ γένους. Ποίῳ τοίνυν λόγῳ παραστήσομέν σου μυστήριον, ἀποροῦμεν ἐννοῆσαι, ἀσθενοῦμεν ἐκφράσαι, ἰλιγγιῶμεν διαγράψαι, ὅτι ξένον καὶ ὑψηλὸν καὶ ἐπηρμένον διανοίαις ἁπάσαις· οὐ γὰρ ὡς ἐπὶ τῶν ἄλλων κοινωνεῖ καὶ συμφέρεται, ἵνα δῶμεν προχείρως ἐκ τῶν καθ’ ἡμᾶς τὰς ἀποδείξεις, ἀλλ’ ἐκ τῶν ὑπὲρ ἡμᾶς τὰ περὶ σοῦ εὐσεβῶς διαλαμβάνοντες παραχωροῦμέν σοι μόνῃ τὰ ὑπὲρ ἄνθρωπον· διήλλαξας τοιγάρτοι τὴν φύσιν κατὰ τὴν ἄρρητον γέννησιν. Ποῦ γὰρ ἔγνω τις παρθένον ἀσπόρως συλλαμβάνουσαν; Ὢ τοῦ θαύματος! τὴν ὡς μητέρα λοχεύουσαν, ὁρᾷ ὡς ἄφθορον παρθενεύουσαν, ἐπειδὴ Θεὸς ἦν τὸ γεννώμενον.