阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ τῇ μέσῃ τῶν νηστειῶν

Θεόδωρος ὁ Στουδίτης

Θεολογική αναίρεση της εικονομαχίας και η θεολογία των τύπων

Μέσω θεολογικής παρεκβάσεως αναλύεται η σχέση μεταξύ τύπου και αρχετύπου, προς αναίρεση της αιρέσεως των εικονομάχων και κατοχύρωση της προσκυνήσεως των ιερών εικόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 5

Ὁρᾷς ὅση δύναμις ἐν τῷ τύπῳ τοῦ σταυροῦ, ὦ βέλτιστε; Εἰ δὲ δεῦρο τοσαύτη, πόση δ’ ἂν εἶεν ἐν τῷ τύπῳ τοῦ ἐσταυρωμένου Χριστοῦ; δῆλον γὰρ ὅτι, καθ’ ὅσον προφερέστερα τὰ πρωτότυπα, κατὰ τοσοῦτον καὶ τὰ παράγωγα προὐργιαίτερα. Καὶ τίς, φησίν, ἐν τοῖς προειρημένοις ὑποδεδήλωται τύπος Χριστοῦ, συνιέναι ζητῶ. Αὐτοὶ δέ, φημί, οἱ τυποῦντες τὸν σταυρόν. Ὡς γὰρ ἡ τῶν τοῦ Μωσέως χειρῶν ἔκτασις ἐτύπου σταυρόν, οὕτως αὐτὸς δὴ Μωσῆς ἐσταυρωμένον Χριστόν, τροπούμενον τὸν ἀόρατον Ἀμαλήκ, κἀν τοῖς ἄλλοις παραδείγμασι τοῦθ’ ὑποληπτέον, συνεκφαινομένου θατέρου τύπου θατέρῳ. Ἀλλ’ ἐκεῖ, φησίν, ἔμψυχος ὁ τύπος. Τί δὲ περὶ ἀψύχου σοι ὁ λόγος; Ὅτι κἀπὶ τοῦ σταυρικοῦ τύπου, ὅταν ἄψυχον τὸ ὁρώμενον, ἐφ’ ὃ καὶ περὶ ὃ τὸ τεράστιον, ὅμως παραπλησίως τῇ σταυροειδεῖ εἰκόνι συνεκφαινομένῃ, ἔν τε ἐμψύχοις καὶ ἀψύχοις ἡ χριστοειδὴς εἰκὼν τερατουργεῖν εἴωθεν, ὡς ἐν αὑτῇ ἔχουσα τήν τε μορφὴν καὶ τὸ εἶδος τοῦ ἀρχετύπου, καὶ τοσοῦτον ταυτιζομένη τῇ τε τιμῇ καὶ προσκυνήσει, ὅσον καὶ κατὰ τοὔνομα, παντί που δῆλον.

Καὶ ταῦτα εἰ καὶ παρεκβαλικώτερον, ἀλλ’ ὅμως εἰς ἔλεγχον καὶ ἀνατροπὴν τῆς εἰκονομαχικῆς αἱρέσεως, ὡς ἀνατρεπούσης τὸ τῆς οἰκονομίας Χριστοῦ μυστήριον. Ὁ γὰρ ἀναιρῶν τὴν εἰκόνα, συναναιρεῖ δηλαδὴ καὶ τὸ πρωτότυπον, εἴπερ θάτερα τῶν ἅμα, καὶ τῶν πρός τι τοῖς νοῦν ἔχουσιν.