Τοῦ αὐτοῦ (sc. Θεοδώρου ἡγουμένου τῶν Στουδίου) εἰς τὴν ἀπὸ Σαμοθρᾴκης ἐπὶ Σιγριανὴν ἀνακομιδὴν τοῦ ἱεροῦ λειψάνου Θεοφάνους τοῦ ὁσιωτάτου καὶ σημειοφόρου πατρὸς ἡμῶν.
Ἱερὸν τὸ ἄθροισμα καὶ θεοτελὴς ἡ πανήγυρις, ἡ ἡμέρα χαρμόσυνος καὶ ξενοπρεπὲς τὸ ἀπάντημα· ἀλλὰ τίς ὁ συναγηγερκὼς τοῦτο τὸ θέατρον; Τίς οὗτος ὁ ἀναβαίνων, μᾶλλον δὲ μετακομιζόμενος ἐς ἀλλοδαπῆς εἰς τὰ οἴκοι, καθάπερ τις σελασφόρος ἡλιοβολῶν τὴν ὁμολογητικὴν ἔνστασιν, ὅλος ἐστεμμένος ἐν χάρισι καὶ ὅλος τεθυμιαμένος ἐν θαύμασι καὶ ταῦτα ἐν σκοτομήνῃ αἱρέσεως; Θεοφάνης δηλαδή, Θεοφάνης—διπλασιαζέσθω γὰρ ἡ προσηγορία ὡς θεώνυμος, καὶ ἵνα μᾶλλόν γε τρισσευομένη ὁδοποιήσοι τὸ ἐγκώμιον—Θεοφάνης, ὁ τῆς ὁσιότητος ἐραστὴς καὶ τῆς ματαιότητος μισητής, ὁ τῆς ἀληθείας προασπιστὴς καὶ τῆς Χριστοῦ εἰκόνος προσκυνητής, ὁ τῆς ὑπομονῆς ἀθλητὴς καὶ τῆς εἰκονομαχικῆς αἱρέσεως νικητής, οὗ κατὰ τοὔνομα καὶ τὸ δρᾶμα σεβάσμιον θεοφανείας ὡς ἀληθῶς ἀστράπτον ἰνδάλματα καὶ θεοσημίας ἀψευδῶς ἀκουτίζον ἠχήματα.