Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιτιμία
Γενικά επιτίμια της μοναστικής αδελφότητας
Γενικοί κανόνες και επιτίμια για την εκκλησιαστική τάξη, την εργασία, τη σιωπή και την καθημερινή αναστροφή των μοναχών.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Γενικά επιτίμια της μοναστικής αδελφότητας
Γενικοί κανόνες και επιτίμια για την εκκλησιαστική τάξη, την εργασία, τη σιωπή και την καθημερινή αναστροφή των μοναχών.
☩ Τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου ἡγουμένου τῶν Στουδίου (ου ex ω), ἐπιτίμια κοινὰ τῆς ὅλης ἀδελφότητος ἐπὶ τῶν παραλειπόντων ἐν τῇ Ἐκκλησίᾳ εἰς τὸν κανόνα αʹ. Ὁ μὴ εὑρισκόμενος εἰς τὴν εἴσοδον τοῦ Δόξα ἐν ὑψίστοις Θεῶ, ἄνευ ἀσθενείας, ἢ ἑτέρας εὐλόγου κατοχῆς, ἱστάσθω μέσον παραστηκέτω, ἢ ξηροφαγείτω, ἢ καὶ ἄσιτος μενέτω ἕως τῆς ὡρισμένης ὥρας τῇ ἑξῆς ἡμέρᾳ:—
βʹ. Ὁ μετὰ τὴν εὐχὴν τῆς ἐγέρσεως τῆς τραπέζης, μὴ ἀπιὼν καθὼς διατέτακται, βαλλέτω μετανοίας κʹ. γʹ. Ὁ ὁμιλῶν ἐν ταῖς συνάξεσι, καὶ καταργῶν τὸν πλησίον ἀπὸ τῆς θείας δοξολογίας, μετὰ μίαν ὑπόμνησιν εἰ οὐ σιωπήσει, μετανοίας κʹ:—
δʹ. Ὁ μὴ εὑρισκόμενος ἐν ταῖς τρισὶ κατηχήσεσι τῆς ἑβδομάδος, ἄνευ αἰτίας εὐλόγου, ξηροφαγείτω:— εʹ. Ὁ συντυγχάνων ἀπὸ τῶν ἀποδείπνων, μετανοίας νʹ:— ϛʹ. Ὁ παρὰ τὴν ὡρισμένην ἄνεσιν ἀναπατῶν, καὶ περιερχόμενος ἐν τῷ μοναστηρίῳ, ἀφοριζέσθω, ἤγουν κατακλειέσθω ἡμέραν μίαν:—
ζʹ. Ὁ ἀφ’ ἑτέρου ἐργαστηρίου, εἰς ἕτερον μετερχόμενος, ἄνευ καθηκούσης αἰτίας, ἀφοριζέσθω, ἤγουν κατακλειέσθω ἡμέραν μίαν:— ηʹ. Ὁ μὴ συντρέχων μετὰ προθυμίας κατὰ πάντα καιρὸν ἐργασίας τοῖς λοιποῖς ἀδελφοῖς, κατακλειέσθω ἡμέραν μίαν:—
θʹ. Πᾶς ὁ ἐργοχειριάτης, μὴ ἐν ἡσυχίᾳ ἐργαζόμενος, ἀλλ’ ἀνακινῶν ξένας ὁμιλίας, ἀφοριζέσθω, ἤγουν κατακλειέσθω ἡμέραν μίαν:— ιʹ. Ὁ εὑρισκόμενος ἐν παντὶ κλέμματι, ἀφοριζέσθω, ἤγουν κατακλειέσθω ἑβδομάδα μίαν:—
ιαʹ. Ὁ κραυγάζων παρὰ τὸ εἰκός, βαλλέτω μετανοίας λʹ:— ιβʹ. Ἐὰν εὑρεθῆ τινὸς τί κατὰ πάντα τόπον πάρεξ τῶν δεδομένων μετὰ εὐλογίας, καὶ τἀῦτα μὲν ἀφαιρείσθω, κἀκεῖνος δὲ ξηροφαγείτω:— ιγʹ. Ἐάν τις ἔχη ἀνεξάγγελτόν τι, ἢ καὶ ἄνευ τῶν ὡρισμένων ἐξαγγείλῃ τινί, ἀφοριζέσθω, ἤγουν κατακλειέσθω ἡμέραν μίαν:—
ιδʹ. Ἐάν τις διερχομένων τῶν δύο ἑβδομάδων, μὴ ἐξαγγείλῃ εἰς τὸν ἡγούμενον δυνάμενος, ἀφοριζέσθω ἡμέραν αʹ. ιεʹ. Εἴ τις τινὸς ἀνέχεται καταλαλοῦντος, καὶ ἢ μὴ αὐτὸς ἐπιδιορθώσηται τὸν καταλαλοῦντα, ἢ οὐκ ἀνεχόμενον ἀνενέγκῃ τῷ προεστῶτι, μετανοίας ρʹ:— ἐκατὸν ποιησάτωσαν οἱ ἀμφότεροι:—
ιϛʹ. Εἴ τις εὑρεθῆ λάθρα τοῦ προεστῶτος γράφων τινί, ἢ δεχόμενος γράμματα, ἀφοριζέσθω, ἤγουν κατακλειέσθω ἡμέρας γʹ:— ιζʹ. Ὁ καλούμενος ὑπό τινος ἀδελφοῦ, καὶ μὴ εὐθὺς ἀποκρινόμενος τῆς κλήσεως, οὐ μακρὰν οὔσης, μετανοίας λʹ:—
ιηʹ. Πᾶς ὁ φατριάζων κατὰ τοῦ προεστῶτος, καὶ συνταράσσων τὴν ἀδελφότητα, ἀφοριζέσθω, ἤγουν κατακλειέσθω ἑβδομάδα μίαν:— ιθʹ. Εἴ τις ἀκαίρως ἔρχεται εἰς τὸ ἑψητήριον, ἢ εἰς τὸ κελλάριον ἐκτὸς τῶν ἐντετυπωμένων καὶ τῶν φροντιζόντων τῆς εὐταξίας, ἀφοριζέσθω, ἤγουν κατακλειέσθω ἡμέραν μίαν:—
κʹ. Εἴ τις ὡς ἔτυχεν ἐξελθὼν εἰς ἀγάπην, ἐν τῇ ὑποστροφῇ διηγήσοιτο τὰ συμβ[άντα καθ’ οἷον δήποτε] τρόπον μάλιστα ἐν τῇ τραπέζῃ ἐκτὸς τ[ῶν ἐρωτω]μένων ὑπὸ τοῦ προεστῶτος κατακλειέσθω ἡμ[έραν ...] καʹ. Ὁ συνεγνωκὼς ἀδελφοῦ τὴν ἐκ [τοῦ μ]οναστηρίου [ἔξο]δον, ἢ συνομιλήσας, ἢ συνε̣υ̣..σας καὶ μὴ προαν[αγγεί]λας, ἀφοριζέσθω ἑβδομάδα μίαν:—
著作
文本
在新窗口中打开相关段落。