Ἄλλο ἐκ παραδείγματος τῆς θεολογίας.
ζʹ. Εἰ καὶ κατ’ οὐσίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρί, ἀλλ’ ὅμως οὐκ ἐοικός ἐστι τῷ ἀγεννήτῳ τὸ γεννητὸν οὐδ’ οὐ μὴν τὸ ἐκπορευτόν· ἃ περὶ τὴν θείαν φύσιν θεωρούμενα, τῆς πρὸς ἄλληλα κοινωνίας διακέκριται. Μία δὲ ἐν τοῖς τρισὶ χαρακτῆρσιν ἡ θεότης, ὥσπερ καὶ ἡ προσκύνησις, καὶ οὔ τί που ἀνισουμένη τῇ τῶν ἰδιοτήτων ἑτερότητι τῆς φυσικῆς ταυτότητος. Οὕτως οὖν καὶ ἐπὶ τῆς εἰκόνος τοῦ πρωτοτύπου· ὅτι εἰ καὶ κατὰ τὸ τῆς οὐσίας διάφορον, οὐ μία προσκύνησις ἐπ’ ἀμφοῖν, ὅτι μηδὲ φύσις ἐστὶ προσκυνουμένη τῆς εἰκόνος, κἂν ἐν αὐτῇ ὁρᾶται ὁ εἰκονιζόμενος· ἀλλὰ ὅμως κατὰ τὸ αὐτὸν τῆς ὑποστατικῆς ὁμοιώσεως, ἡ αὐτή ἐστιν ἀναλόγως τῇ μιᾷ καὶ ὅλῃ ἐπ’ ἀμφοῖν ἐμφερείᾳ ταυτιζομένη· ὥσπερ καὶ ἐπὶ τοῦ τύπου τοῦ σταυροῦ, καὶ ἐπ’ αὐτοῦ δὴ τοῦ ζωοποιοῦ σταυροῦ· οὐ μειονεκτουμένης τῆς προσκυνήσεως ἐν τῷ τύπῳ παρὰ τὸν ζωοποιὸν σταυρόν, κατὰ τὸ ἑτεροῖον τῶν φύσεων, ἰσουμένης δὲ μάλα τῇ ὁλικῇ ὁμοιότητι τοῦ πρωτοτύπου.