ΙΘʹ. Εὑρίσκοιτο δ’ ἂν ἐντεῦθεν, φασί, πολυσχιδὴς ἡ προσκύνησις.
Μία δὲ προσκύνησις, καὶ οὐ πολλαί.
Ἡ λατρευτικὴ τοῦτο, καὶ ἐπὶ Θεοῦ μόνον· ἐπὶ δὲ τῶν ἄλλων αἱ ἄλλαι. Βασιλεῖς τε γὰρ καὶ ἄρχοντες προσκυνοῦνται πρὸς ἡμῶν, δεσπόται πρὸς δούλων, πατέρες πρὸς τέκνων· ἀλλ’ οὐχ ὡς θεοί· καίπερ ἰσοτύπου οὔσης τῆς προσκυνήσεως, ἀλλὰ μὴ τῆς διανοήσεως· ἄνθρωποι γάρ· καὶ κατὰ τιμὴν αὐτοῖς τὸ σέβας, ἢ διὰ νόμον, ἢ διὰ φόβον, ἢ διὰ πόθον. Ὥστε εἰδὼς διαφορὰν προσκυνήσεως, ἐν ᾗ προσκυνοῦνται διὰ τῶν χαρακτήρων τὰ πρωτότυπα, ἀπόνεμε τὴν μὲν ὡς κυρίαν κυρίως καὶ μόνον τῇ Θεότητι· τὰς δὲ κατ’ ἀναλογίαν ὧν εἰσι τὰ παράγωγα, τῆς Θεοτόκου ὡς Θεοτόκου, τῶν ἁγίων ὡς ἁγίων. Βίβλοι γάρ εἰσιν ἱεραί, προκείμεναι κατ’ ὄψιν ἐν πάσαις ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις, παντὶ ὀφθαλμῷ ἀνθρώπου, ὡς ἀκοῇ, αἱ διὰ λόγου· καὶ ὁμοίως προσκυνηταί, ὅτι καὶ ἰσοδύναμοι· ἢ τάχα καὶ προὔχουσαι κατὰ τὸ κυριώτερον τῆς αἰσθήσεως αἱ δι’ ὄψεως. Ποῦ δ’ αὖ θήσομεν τὸ κεκρατηκὸς ἔθος ἀπ’ ἀρχῆς μέχρι τοῦ δεῦρο, ὡς ἐξ ἅπαντος θείου ναοῦ καὶ ἱερῶν ἀναθημάτων ἔστι διαγνῶναι;