Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Περὶ αἱρέσεων
Προέλευση και ιστορική καταγωγή των Ισμαηλιτών
Ιστορική αναδρομή στην εμφάνιση των Ισμαηλιτών, την αρχική τους ειδωλολατρία και τη διαμόρφωση της διδασκαλίας τους.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προέλευση και ιστορική καταγωγή των Ισμαηλιτών
Ιστορική αναδρομή στην εμφάνιση των Ισμαηλιτών, την αρχική τους ειδωλολατρία και τη διαμόρφωση της διδασκαλίας τους.
Ἐκ τῶν στιχιστικῶν λόγων Θεοδώρου τοῦ Στουδιώτου τῶν κατὰ αἱρέσεων. Ἄγαρ παιδίσκης τῆς Σάρας οὗτοι παῖδες, οὗτοι προῆλθον ἐκ πύλων ἄλλων Ἅιδου· θρησκεία δεινὴ καὶ βεβαρβαρωμένη ἐν τῷ πλατυσμῷ τῆς ἑαυτῶν ἀξίας τὸν Ἰσμαὴλ δὲ τὴν ἀπαρχὴν εἰσφέρει, Ἄγαρ τὸν υἱόν, Ἀβραάμ τε τὸν γόνον, ἀφ’ οὗ τοσοῦτον ἔθνος ηὔξηται μέγα.
Οἷσπερ καταρχὰς τῇ κατειδώλῳ πλάνῃ ἄστρῳ προῆγον προσκυνεῖν ἑωσφόρῳ σὺν Ἀφροδίτῃ τῇ καλουμένῃ Χάβαρ· ἔπειτα πολλοῖς τοῖς ἐν ὑστέρῳ χρόνοις, ὅτε κρατῶν ἦν Ἡρακλῆς ὁ γεννάδας, ἤλλαξεν αὐτῶν τὴν κατείδωλον πλάνην παρεισαγωγῇ δῆθεν ἐννόμῳ τέως ψευδοπροφήτου τοῦ Μάμεδ καλουμένου.
Ὅστις συναφθεὶς ἀνδρί που κακιστάτῳ σκαιῷ μοναστῇ τῆς τοῦ Ἀρείου πλάνης, ἀφ’ οὗ μυηθεὶς καὶ πλάνησιν ὁ δράκων ἀποσπαράξας μικρὰ τοῦ πάλαι νόμου ὡς ἂν παρ’ αὐτοῦ τοῦ Θεοῦ κατηγμένα, νόμον δέδωκεν Ἰσμαηλιτῶν γένει· ἔστι δὲ ταῦτα δελτίοις γεγραμμένα.
著作
文本
在新窗口中打开相关段落。