Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ὑποτύπωσις τῆς μονῆς τῶν Στουδίου
Προοίμιο της Υποτυπώσεως
Εισαγωγή στην καταγραφή της παράδοσης του αγίου Θεοδώρου του Στουδίτου σχετικά με τη διοργάνωση και τη λειτουργία της μονής.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προοίμιο της Υποτυπώσεως
Εισαγωγή στην καταγραφή της παράδοσης του αγίου Θεοδώρου του Στουδίτου σχετικά με τη διοργάνωση και τη λειτουργία της μονής.
ΥΠΟΤΥΠΩΣΙΣ ΚΑΤΑΣΤΑΣΕΩΣ ΤΗΣ ΜΟΝΗΣ ΤΩΝ ΣΤΟΥΔΙΟΥ. αʹ. Πολλῶν ὄντων καὶ διαφόρων τῶν ἐν τοῖς ἱεροῖς μοναστηρίοις κεκρατηκυιῶν ἄνωθεν παραδόσεων, καὶ ἄλλων ἄλλαις διοικουμένων τε καὶ ἰθυνομένων πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν ὑποτυπώσεσι, μία τίς ἐστι τῶν πασῶν καὶ ἡ καθ’ ἡμᾶς κρατοῦσα παράδοσις, ἣν παρειλήφαμεν πρὸς τοῦ μεγάλου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ τοῦ Θεοδώρου· καὶ οὐχ ἡμεῖς μόνοι, ἀλλὰ δὴ καὶ οἱ πλείους τῶν ἐγκρίτων μοναστῶν ταύτην αἱροῦνται, ὡς ἀρίστην τε καὶ βασιλικωτάτην, καὶ τὰς ὑπερβολὰς καὶ ἐλλείψεις ἐκκλίνουσαν. Ἀμέλει καὶ ἡμεῖς σήμερον πατρικαῖς προσαχθέντες ἐντολαῖς, ταύτην ἐν χάρταις εἰς ἄληστον μνήμην ταῖς μετέπειτα γενεαῖς καταλιπεῖν, ὡς ἡ δύναμις, πρὸς τὴν ὑπακοὴν ἑαυτοὺς καθήκαμεν· Θεοῦ δηλαδὴ παρέχοντος ἡμῖν ταῖς τοῦ ποιμένος ὑπὲρ ἡμῶν προσευχαῖς τὴν κατάλληλον ἁρμογὴν τῆς τοῦ λόγου συνθέσεως, εἰς τὸ ἐκθέσθαι ὑγιῶς τὰ ὀνησιφόρα τε καὶ σωτήρια τοῦ θεοφόρου Πατρὸς ἡμῶν ἐντάλματα, εἰς δόξαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ φυλακήν τε καὶ σωτηρίαν τῶν ταῦτα μετὰ πίστεως προαιρουμένων φυλάττειν. Ἔστω τοίνυν ἀρχὴ τῆς συντάξεως αὕτη σὺν Θεῷ.
著作
文本
在新窗口中打开相关段落。