Τῷ Πελαγονίας
Ἐπυθόμην, τιμιώτατε ἀδελφέ, τοῖς καθ’ ἡμᾶς πράγμασι καινισμόν τινα γενέσθαι τὰ νῦν καὶ τὸν μὲν πρώην στρατηγοῦντα παρασταλῆναι καὶ ἀναγραφέα τῆς τούτου πράξεως ἀποσταλῆναι τὸν κῦριν Εὐμάθιον, καταστῆναι δὲ νῦν στρατηγὸν τὸν εὐγενῆ καὶ ψυχῇ καὶ πατρῴῃ δόξῃ κῦριν Μιχαήλ, τὸν τοῦ κυροῦ Πολυεύκτου υἱόν. Ἐπεὶ οὖν ταῦτα οὕτως συνέβη, οἱ δὲ Κριτόπουλοι ἐμοὶ γράφω τῇ ἱερότητί σου ἵνα χειραγωγηθῶσι παρὰ σοῦ, ὅση δύναμις, καὶ μάλιστα ὁ Δημήτριος, ὃς καὶ πλείους ἔχει ἐχθρούς, ἅτε καὶ ἐν τῷ μέσῳ διενεργήσας καὶ μὴ πᾶσιν ἀρέσαι δυνηθείς, καθά τις καὶ τῶν ἔξω σοφῶν ἀπεφήνατο, ἵνα μὴ λέγω τὸ τοῦ Κυρίου ὡς κρεῖττον ἢ καθ’ ἡμᾶς· οὐαὶ ὑμῖν, φήσαντος, ὅταν καλῶς ὑμᾶς οἱ ἄνθρωποι εἴπωσι. Συνέργησον οὖν εἴ τι καὶ προσάντες αὐτοῖς συναντήσει. Πάντως γὰρ τὰ τοῦ μεγαλεπιφανεστάτου κυροῦ Εὐμαθίου σὰ καὶ τὰ σὰ ἐκείνου, εἴπερ ἡ ἀγάπη ἐκείνη σῴζεται. Καὶ οἱ ἐπισκεπτῖται δὲ παρὰ σοῦ ἐν πᾶσι χειραγωγείσθωσαν. Οἶδας γὰρ καὶ ἄλλως τὴν τοῦ βίου τούτου παλίρροιαν ἢ μᾶλλον, τὸ τῆς γραφῆς εἰπεῖν, ματαιότητα καὶ ὡς εἶπέ τις τῶν ἡμετέρων σοφῶν· ψυχὴν τεταραγμένην μὴ ταράξῃς.