Ἀναμνήσω σε παλαιᾶς ἱστορίας καὶ θείας. Ὁ ναὸς ἐκεῖνος ὁ περιώνυμος, τὸ μέγα τῆς οἰκουμένης θαῦμα, ὃν τῷ Θεῷ Σολομῶν ἐν Ἱεροσολύμοις ἀνέθηκεν, ὑπὸ Ναβουζαρδᾶ ἐνεπέπρηστο καὶ κατέστραπτο.
Εἶτα τοῦ λαοῦ τῆς αἰχμαλωσίας ἀπολυθέντος, ὁ μὲν Θεὸς ἐνῆγε πάντας εἰς τὴν αὖθις τοῦ θείου οἴκου ἀνοικοδόμησιν, ἡ δ’ ἀνθρωπίνη ἀσθένεια ἑαυτὴν λογιζομένη οὐκ ἐθάρρει τὸ ἔργον ὡς δυσεξάνυστον. Ἀγγαῖος οὖν, ὁ προφήτης ὑπὸ Θεοῦ κινηθείς, ἐντρέπει τοὺς μικροψύχους καὶ θραύει τὴν τῆς ἀπιστίας ἀσθένειαν καὶ ὑπισχνεῖται τὰ μείζω καὶ κοσμιώτερα· ἔσται, λέγων, ἡ ἐσχάτη δόξα τοῦ οἴκου τούτου ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ. Ταῦτά σοι καὶ νῦν νόμιζε παρὰ τοῦ αὐτοῦ ἐνηχεῖσθαι Πνεύματος· ταῦτά σοι δρόσος ἤτω, παρὰ Θεοῦ τῆς πολλῆς ἀθυμίας ἴαμα. Ποσάκις ἐπεθύμεις καλλίω ναὸν ἰδεῖν καὶ ἐπιτερπέστερον· εἶτα τόδε καὶ τόδε παρεμπῖπτον ἀπέψυχέ σου τὴν πρὸς τὸ ἔργον θερμότητα. Τί τοίνυν οἶδας, εἰ ὁ σοφὸς οἰκονόμος τῶν καθ’ ἡμᾶς οὕτως τὰ σὰ περιήγαγεν ὥστε ἀνάγκην γενέσθαι τὴν προαίρεσιν καὶ τὸ ἔργον οὐκ ἐπιποίησιν ἀλλὰ ποίησιν; Ὁ γοῦν τοῦτο τεχνιτευσάμενος ἐκεῖνος καὶ τὰ δυσχερῆ ῥᾷον ποιήσει καὶ δυνατὰ τὰ ἀδύνατα· ἢ σοφὸς μέν ἐστιν, οὐ δυνατὸς δέ, ἢ δυνατὸς μέν, οὐκ ἀγαθὸς δέ, ἢ πάντα μὲν ταῦτα, τῆς δὲ οἰκείας δόξης ἧττον πεφρόντικεν;