Τῷ ἀδελφῷ τοῦ βασιλέως κυρῷ Ἀδριανῷ
Καὶ ἐβοηθήθην παρὰ τῆς σῆς ἀσυγκρίτου μεγαλειότητος καὶ ἀνέθαλεν ἡ σάρξ μου— καὶ χάρις τῷ τὴν σὴν ψυχὴν χαριτώσαντι ὥστε ταύτης ἔλεος καὶ ἀλήθειαν προπορεύεσθαι, αἷς πάσας τὰς θείας ὁδοὺς περιορίζεσθαι μεμαθήκαμεν—, ὡς ἔμοιγε ἐξετάκη μὲν ἡ ψυχὴ ὡς ἀράχνη, ὁ δὲ βίος, τοῦτο δὴ τὸ τοῦ Ἰώβ, λαλιᾶς ἦν ἐλαφρότερος καὶ κατὰ τὸν Ὠσηὲ παράκλησις ἐκρύβη ἐξ ὀφθαλμοῦ, ὅτε οἱ τῆς ἀπειθείας υἱοί, διὰ τοῦτο δὲ καὶ ἀπωλείας, ὁ ἄστοργοι καὶ ἄσπονδοι καὶ ἀσύνθετοι—καλὸν γὰρ αὐτοὺς τοῖς ἐκ τοῦ Παύλου καὶ τοῦ Πνεύματος ὀνομάζεσθαι—ἠγάπησαν μὲν πάντα ῥήματα καταποντισμοῦ γλώσσης δολίας, ἐνέτειναν δὲ τόξον αὐτῶν, πρᾶγμα πικρόν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον καὶ μέντοι καὶ κατετόξευσαν καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν· σὺ δὲ ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ, ἀλλ’ ἐνεδύσω ὡς πανοπλίαν τὸν ζῆλόν σου καὶ διεῖλες συντριμμὸν ἐπ’ ἰσχύν, ὅ φησιν ὁ θεῖος Ἀμῶς, καὶ ταλαιπωρίαν ἐπήγαγες ἐπὶ τὸ τῆς συκοφαντίας ὀχύρωμα· ὃ ἐθεμελίωσε μὲν περαιτέρω κακοτεχνία, ᾧ ὁ Μηδενός, ὡς ἀρχιτέκτων τὰ πρῶτα φερόμενος, βαρεῖς καὶ δυσαποκινήτους λίθους ὑπέθηκε, ῥητὰ καὶ ἄρρητα καθ’ ἡμῶν συμφορήσας καὶ ῥίψας κατὰ τῶν βασιλικῶν ἀκοῶν· ἐπῳκοδόμησαν δὲ καὶ ὕψωσαν οἱ μετ’ αὐτόν, τὰ τῆς Ἀχρίδος ἄχρι καὶ ἐπ’ ἔδαφος κατασκάψαντες, οἷς εἰς ἔλεγχον ὢν ἐγώ, ὁ πάντα περιττὸς καὶ περίεργος καὶ ἀπεχόμενος τῶν ὁδῶν αὐτῶν ὡς ἀπὸ ἀκαθαρσιῶν, βαρὺς ἦν αὐτοῖς καὶ βλεπόμενος.