Σπάρταν ἔλαχον· ταύτην καὶ κοσμῶ σὺν Θεῷ καὶ κοσμήσω τῇ δόξῃ μετέπειτα· εἴ τι στοχαστικὸς καὶ ὀξὺς ἐγὼ καὶ φθάνων τὰ ἔμπροσθεν, καί με ὁ μέλλων χρόνος, σαφῶς οἶδα, μακάριον ποιήσει καὶ ἐπιπόθητον.
Ἁπλῶς τε τὴν τοῦ Πλάτωνος δικαιοσύνην ἀσκῶ αὐτοπραγῶν καὶ κατὰ τὴν Ἡροδότου μοῦσαν σκοπέων τὰ ἑαυτοῦ, εἰ βούλει δέ μοι, κατὰ τὴν Σωκράτους γνώμην, ἀναζητῶν ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται καὶ τὴν Κλεάνθους δειλίαν ὡς τοῦ ἧττον ἐξαμαρτάνειν μητέρα περιποιούμενος. Πόθεν δὲ οὕτως ἔχω τῆς γνώμης; Οὐκ οἶδα εἴτε ἐκ προμηθείας εἴτε ἐξ εὐηθείας. Ἀκούσατε, ἐγὼ νομίζω τοὺς τῶν ὀθνείων ἐταστάς τε καὶ πολυπράγμονας μηδὲν ἔχειν οἰκεῖον ᾧ ἐντρυφήσαιεν, οὐκ ἂν γὰρ τοῖς ἑτέρων κακοῖς ἀπεστράφησαν, καὶ τοὺς ζητοῦντας τί περὶ τοῦ δεῖνος δύσφημον λέγεται μηδὲν ἕξειν εὔφημον περὶ αὐτῶν λεχθησόμενον· ἀνάγκη γὰρ ἀμελεῖν τῶν οἰκείων τὸν τῶν ὀθνείων ἐπιμελόμενον, ὅτι μηδ’ ὀφθαλμὸς ἐν ταὐτῷ τοῖς οἰκείοις καὶ τοῖς ὀθνείοις ἐφίσταται.