βʹ. Περὶ τοῦ νέου Σιλβανοῦ.
Ἦν τίς ποτε ἐν τοῖς ἀδελφοῖς, Σιλβανὸς ὀνόματι, εἰκοσαετῆ τὸν πάντα χρόνον ἐν τῷ σχήματι τοῦ μοναχοῦ ποιήσας. Οὗτος ἀπὸ μίμων ἐγένετο· ὃς ἐν ταῖς ἀρχαῖς μέν, καίτοι παιδίον ὤν, πάνυ ἐπεμελεῖτο τῆς ψυχῆς αὐτοῦ. Χρόνου δὲ παρελθόντος, ἤρξατο καταφρονεῖν τῆς ἑαυτοῦ σωτηρίας, ὥστε βούλεσθαι σπαταλᾶν λοιπὸν καὶ στρηνιᾶν, ἔτι μὴν καὶ τὰ τῆς θυμέλης ἄσεμνα ῥήματα μεταξὺ τῶν ἀδελφῶν ἀδεῶς ἐκφωνεῖν. Τοῦτον καλέσας ὁ ἅγιος ἡμῶν πατὴρ Παχώμιος ἐπὶ τῶν ἀδελφῶν ἐκέλευσεν ἀποδυθῆναι τὸ σχῆμα τοῦ μοναχοῦ καὶ λαβόντα τὰ κοσμικὰ ἱμάτια τῆς μονῆς ἐκβληθῆναι. Ὁ δὲ πεσὼν ὑπὸ τοὺς πόδας αὐτοῦ παρεκάλει λέγων ὅτι «Ἐὰν συγχωρήσῃς μοι, πάτερ, ἔτι τοῦτο ἅπαξ τοῦ μὴ βαλεῖν με ἔξω, ἕξεις με ἀπὸ τοῦ νῦν μετανοοῦντα ἐφ’ οἷς ἐν ἀμελείᾳ διῆλθον, ὥστε σε χαρῆναι ἐπὶ τῇ μεταβολῇ τῆς ψυχῆς μου.» Ὁ δὲ ἅγιος ἀποκριθεὶς εἶπεν αὐτῷ· «Οἶδας πόσα σε ἐβάστασα καὶ πόσα σε ἐνουθέτησα, ὥστε με καὶ τυπτῆσαί σε πολλάκις, ἄνθρωπον μὴ βουλόμενον μηδὲ τὴν χεῖρα ἐκτεῖναι τούτῳ τῷ λόγῳ ποτέ; Ἐφ’ οἷς ἀνάγκῃ τοῦτο πράττων ἐπὶ σοὶ μᾶλλον τοῦ τυπτομένου τὴν ψυχὴν ἤλγουν τῷ λόγῳ τῆς συμπαθείας. Διὰ γὰρ τὴν ἐν θεῷ σου σωτηρίαν τύπτειν σε ἔδοξα, ἵνα ἐκ τούτου δυνηθῶ διορθώσασθαί σε τοῦ σφάλματος.