Πρῶτον μὲν οὖν, ὡς οἶσθα καὶ αὐτός, πᾶσα θεόπνευστος γραφή, ἅτε τριμερεῖ τῷ ἀνθρώπῳ ὑπάρχοντι, τριμερὴς ἐκ τῆς θείας δεδώρηται χάριτος· καὶ ταύτης οἷόν τι σῶμα τὸ γράμμα καὶ ἡ κατ’ αἴσθησιν ἱστορία καθέστηκεν· οἱονεὶ δὲ ψυχὴ ἡ τροπολογία ἐξ αἰσθητῶν ἐπὶ τὰ νοητὰ ποδηγοῦσα τὸν ἀναγινώσκοντα· καθάπερ δὲ πνεῦμα, ἡ τῶν μελλόντων καὶ ὑψηλοτέρων ἀναγωγὴ καὶ θεωρία πέφηνεν· ὡς τὴν μὲν πρώτην πρέπειν τοῖς ἐκ νόμου παιδαγωγουμένοις, τὴν δὲ δευτέραν τοῖς πολιτευομένοις ἐν χάριτι, τὴν δὲ τρίτην τῇ μακαρίᾳ λήξει, ἐν ᾗ τὸ πνεῦμα βασιλεύει, ὑποταγέντων αὐτῷ πάντων τῶν σαρκικῶν λογισμῶν τε καὶ κινήσεων. καὶ τὸ μὲν πρότερον ἱστορίαις πραγμάτων ἤδη γεγενημένων ἐφήρμοζεν, εἰ καὶ τοῖς προδρόμοις τῆς ἀληθείας τύποις οὐ μικρῶς καὶ αὐτὸ πολλαχοῦ κεκαλλώπισται· τὸ δὲ δεύτερον ταῖς τε παροιμιακαῖς παραινέσεσι καὶ ἑτέροις τοιούτοις διδασκαλικοῖς ἤθεσιν· οἷον· «ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου», καί· «αἰσχύνθητι, φησί, Σιδών, εἶπεν ἡ θάλασσα», καὶ τὰ τούτοις ὅμοια· τὸ δὲ τρίτον, δηλαδὴ τὸ πνευματικόν, ἐν τῇ Ἀποκαλύψει μάλιστα τοῦ θεολόγου ἀνδρὸς πλεονάζον εὑρίσκεται, δαψιλῶς μὲν σὺν τῷ ἱστορικῷ εἴδει καὶ τῷ τροπικῷ λόγῳ κἀν τοῖς ἄλλοις προφήταις ὁρώμενον, ἐν τούτῳ δὲ πλεονάζον μάλιστα, ἅτε τοῖς τελεωτέροις περὶ τὴν γνῶσιν θεόθεν κελευσθὲν διαγγέλλεσθαι.