Ἰούδας γοῦν οὐ θύσας ἀπεβλήθη τῆς ἀποστολικῆς τιμῆς, ἀλλὰ προδότης γενόμενος· καὶ Ὑμέναιος δὲ καὶ Ἀλέξανδρος οὐκ εἰς εἴδωλα τραπέντες ἀπεπήδησαν, ἀλλ’ ὅτι «περὶ τὴν πίστιν ἐναυάγησαν»· πάλιν τε Ἀβραὰμ ὁ πατριάρχης οὐκ ἀναιρεθεὶς ἐστεφανώθη, ἀλλ’ ὅτι πιστὸς γέγονε τῷ θεῷ· οἵ τε ἄλλοι ἅγιοι, περὶ ὧν ὁ Παῦλός φησι, «Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθαέ, Δαβίδ τε καὶ Σαμουὴλ» καὶ οἱ σὺν αὐτοῖς, οὐχ αἵματος ἐκχυθέντος ἐτελειώθησαν, ἀλλὰ διὰ πίστεως ἐδικαιώθησαν καὶ μέχρι νῦν θαυμάζονται, ὅτι καὶ θάνατον ὑπομένειν ἦσαν ἕτοιμοι διὰ τὴν εἰς τὸν κύριον εὐσέβειαν. εἰ δὲ δεῖ προσθεῖναι καὶ τὸ γενόμενον ἐφ’ ἡμῖν, οἴδατε πῶς ὁ μακαρίτης Ἀλέξανδρος μέχρι θανάτου κατὰ τῆς αἱρέσεως ταύτης ἠγωνίσατο καὶ ὅσας θλίψεις καὶ πηλίκους πόνους καίτοι γέρων ὢν καὶ ὑπομείνας ἐν τῇ πρεσβυτικῇ ἡλικίᾳ «προσετέθη καὶ αὐτὸς πρὸς τοὺς πατέρας αὐτοῦ». πόσοι δὲ καὶ ἄλλοι πόσους καμάτους ἐσχήκασι κατὰ τῆς ἀσεβείας ταύτης διδάσκοντες καὶ τὸ καύχημα τῆς ὁμολογίας ἔχουσιν ἐν Χριστῷ.