Ἀπόκρισις Βαρσανουφίου·
Οἴδαμεν ὅτι οἱ κακῶς ἔχοντες πάντοτε χρῄζουσι τοῦ ἰατροῦ καὶ τῶν αὐτοῦ φαρμάκων, καὶ οἱ χειμαζόμενοι ἀδιαλείπτως προστρέχουσι τῷ λιμένι μήποτε προκαταλάβῃ αὐτοὺς ναυάγιον. Διὰ τοῦτο γὰρ βοᾷ καὶ ὁ Προφήτης λέγων· «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.» Καὶ πάλιν· «Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.» Εἰ δὲ καταφυγὴ ἡμῶν ἐστιν, μνησθῶμεν ὅτι λέγει· «Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με.» Μάθωμεν οὖν ὅτι στηκούσης τῆς ἡμέρας τῆς θλίψεως, ἐπικαλεῖσθαι δεῖ ἀδιαλείπτως τὸν ἐλεήμονα Θεόν. Ἐπικαλούμενοι δὲ τὸ ὄνομα τοῦ Θεοῦ, μὴ ἐπαρθῶμεν τῷ λογισμῷ. Ἐὰν μὴ γὰρ ᾖ τις ἄφρων, ἐκδικούμενος ὑπό τινος οὐκ ἐπαίρεται. Οἱ οὖν χρῄζοντες τοῦ Θεοῦ, μὴ ἐπαρθῶμεν τῷ λογισμῷ, ἀλλ’ ἐπικαλώμεθα τὸ ὄνομα αὐτοῦ εἰς βοήθειαν κατὰ τῶν ἐναντίων. Καὶ ἐὰν μὴ παραφρονῶμεν, οὐκ ὀφείλομεν ἐπαίρεσθαι τῷ λογισμῷ. Χρῄζοντες γὰρ ἐπικαλούμεθα, καὶ θλιβόμενοι προσφεύγομεν. Ἐπὶ δὲ τούτοις πᾶσι μανθάνομεν ὅτι τὸ ἀδιαλείπτως ὀνομάζειν τὸν Θεόν, φάρμακόν ἐστιν ἀναιρετικόν, οὐ μόνον ὅλων τῶν παθῶν, ἀλλὰ καὶ αὐτῆς τῆς πράξεως.