Ἀπόκρισις Βαρσανουφίου·
Πάντοτε ὀφείλομεν θαρρεῖν εἰς τὸν Ἰησοῦν, ὅτι «οὐκ ἐᾷ ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα.» Ἀλλ’ ἐπειδὴ ἐδίδαξεν ἡμᾶς αὐτὸς λέγων· «Εὔξασθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν», οὐ χρὴ ἐπιρρίπτειν ἑαυτούς, εὑρίσκεται γὰρ παράβασις ἐντολῆς Θεοῦ—ἑαυτοὺς γὰρ παραδιδόαμεν εἰς θάνατον—, ἀλλὰ ὀφείλομεν παραφυλάττεσθαι. Ἐὰν δὲ ἐν εἰρηνικῷ τόπῳ οἰκῶμεν καὶ ἀκούσωμεν περὶ ἐφόδου λῃστῶν, οὐκ ὀφείλομεν ταραχθῆναι, ἔχοντες τὴν σκέπην τοῦ Θεοῦ. Βλέπει γὰρ ὁ Θεὸς ὅτι ἡμεῖς οὐκ εἰσενέγκαμεν ἑαυτοῦ εἰς πειρασμόν, οὐδὲ τὴν ἐντολὴν αὐτοῦ παρέβημεν, ἀλλὰ μᾶλλον ταύτην φυλάττοντες, βοῶμεν νύκτα καὶ ἡμέραν· «Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Ἐὰν οὖν εὐχομένων ἡμῶν ταῦτα ἔλθῃ ἡμῖν πειρασμὸς ἢ ἔφοδος λῃστῶν, μὴ ἐκλυθῶμεν, πρὸς δοκιμὴν γὰρ ἡμῶν γίνεται καὶ κατὰ συγχώρησιν Θεοῦ πρὸς τὸ συμφέρον ἡμῖν. Καὶ εἰ κατὰ συγχώρησιν εἴη, ἔχομεν τὸν στηριγμὸν τῆς διδασκαλίας τοῦ Ἀποστόλου λέγοντος· «Πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν πρὸς τὸ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.» Καὶ γὰρ ἐὰν ἀπὸ ἀκοῆς φύγωμεν ἀπὸ τόπου εἰς τόπον, δύναται ὁ διάβολος μὴ ἐᾶσαι ἡμᾶς καθίσαι ἐν τόπῳ. Ὅταν δὲ ἀσφαλῶς οἴδαμεν περὶ τοῦ τόπου ὅτι ὑποψίαν ἔχει κινδύνου, ὀφείλομεν προασφαλίσασθαι.