Ποίησον Πάτερ καὶ νῦν τὸ ἔλεός σου μετ’ ἐμοῦ, καὶ φώτισόν με εἰς τὴν εὐθεῖαν ὁδόν, καὶ εὖξαι ὑπὲρ τῆς ἀσθενείας μου.
Ἀπόκρισις Ἰωάννου·
Τὰ ῥήματα τῶν ἁγίων οὐκ ὀφείλομεν ἀργὰ νομίζειν, ἐνεργῆ γάρ εἰσι καὶ κατὰ Θεὸν εἰρημένα. Ἀλλ’ ἐπειδὴ ἡμεῖς εἰς τὰ σαρκικὰ καὶ χρηματικὰ ἡλούμεθα, οὐ δυνάμεθα κατανοῆσαι τὰ λεγόμενα παρὰ τῶν ἁγίων. Καὶ γὰρ καθὼς τῷ Θεῷ μέλλει περὶ σωτηρίας ψυχῶν, οὕτω καὶ τοῖς ἁγίοις αὐτοῦ. Ὅταν οὖν λαλῶσι πρὸς ἡμᾶς οἱ ἅγιοι, πρῶτον κατανοήσωμεν περὶ τοῦ ἔσω ἀνθρώπου, καὶ εὑρίσκομεν ὅτι ἐὰν φθάσῃ ἡμῖν θλῖψις ἀπὸ τῶν ἀνθρώπων ἢ ζημία προσόδων ὅτι πρὸς ὠφέλειαν ἡμῶν γίνεται. Καὶ διὰ τοῦτο φανεροῦται ἡ δύναμις τῶν προρρήσεων εἰπόντων καλὴν εἶναι τὴν πρόσοδον, διὰ γὰρ τῆς ἀποτυχίας τὴν ὠφέλειαν ἐγέννησε τῇ ψυχῇ, καὶ ἐγένετο ἐντεῦθεν ἡμῖν καλή. Καὶ περὶ τοῦ ἐχθροῦ ὅτι οὐ βλάπτει, ἐγένετο γὰρ ἡ αὐτοῦ ἔχθρα πρόφασις τῆς ψυχικῆς ἡμῶν σωτηρίας, ἐὰν εὐχαρίστως ἐνέγκωμεν, μεμνημένοι τοῦ εἰπόντος· «Ἐν παντὶ εὐχαριστεῖτε», καὶ «Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν καὶ τῶν ἐπηρεαζόντων ὑμᾶς.» Καὶ «Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι», καὶ τὰ ἑξῆς. Ἄν τε γὰρ ὦμεν δίκαιοι, εἰς προκοπὴν ἡμῖν γίνεται ὁ ἐξ αὐτῶν πειρασμός, ἄν τε ἁμαρτωλοί, εἰς συγχώρησιν ἁμαρτιῶν καὶ διόρθωσιν, καὶ εἰς γυμνασίαν καὶ διδασκαλίαν ὑπομονῆς εὑρίσκεται.