Ἀπόκρισις·
Ὅτι ἡδὺ τὸ μέλι, γνωστόν ἐστι πᾶσι, καὶ ὅτι ὁ Παροιμιαστὴς εἶπε· «Μέλι εὑρὼν φάγε τὸ ἱκανόν, μήποτε ἐκπερισσοῦ καὶ ἐμέσῃς αὐτό», καὶ τοῦτο οὐκ ἔστιν ἀγνώστως. Ἔστι γὰρ σακκία καὶ σακκία. Ἔστι σακκίον, ὅτι χωρεῖ ἕνα μόδιον, καὶ ἄλλο χωρεῖ τρία. Ἐὰν οὖν θελήσῃ τις ἀναγκάσαι τὸ τοῦ ἑνὸς μοδίου χωρῆσαι τὸ μέτρον τῶν τριῶν, οὐ δύναται δέξασθαι. Οὕτως καὶ ἐνταῦθα, οὐ δυνάμεθα ἰσῶσαι πάντας ἀνθρώπους· καὶ γὰρ ὁ μὲν δύναται ἀβλαβῶς λαλῆσαι, ὁ δὲ οὐ δύναται. Καλὴ μὲν καὶ θαυμαστὴ ἡ σιωπὴ πρὸ πάντων, καὶ αὐτὴν ἐτίμων οἱ Πατέρες καὶ ἠγάπων καὶ ἐν αὐτῇ ἐδοξάσθησαν. Δεικνύων γὰρ τὴν καλλονὴν αὐτῆς ὁ Ἰὼβ καὶ τὴν ἀπὸ τῆς λαλιᾶς κατάκρισιν ἔλεγε· «Βαλῶ τὸν δάκτυλον ἐπὶ τῷ στόματι», καὶ ὁ πρὸ τούτου πατριάρχης Ἀβραάμ, μετὰ τὴν λαλιὰν τῶν καλῶν ἐκείνων παρακλήσεων, εἶπεν ὅτι «Εἰμὶ γῆ καὶ σποδός, ἔτι ἅπαξ προσθήσω καὶ λαλήσω ἐνώπιον τοῦ Κυρίου», δεικνύων τὴν μετὰ ταῦτα σιωπήν. Ἀλλ’ ἐπειδὴ ἡμεῖς διὰ τὴν ἡμετέραν ἀσθένειαν οὐκ ἐφθάσαμεν εἰς τὴν τῶν τελείων βαδίζειν ὁδόν, λαλήσωμεν τὰ συντείνοντα πρὸς οἰκοδομήν, ἀπὸ τῶν ῥημάτων τῶν Πατέρων, καὶ μὴ βάλωμεν ἑαυτοὺς εἰς διηγήματα Γραφῶν. Καὶ γὰρ κίνδυνον ἔχει τὸ πρᾶγμα τῷ μὴ εἰδότι, πνευματικῶς γὰρ εἴρηνται, καὶ ὁ σαρκικὸς διακρῖναι τὰ πνευματικὰ οὐ δύναται. Φησὶ γάρ· «Τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ;»