Ἀπόκρισις·
Ἐὰν οἶδεν ὅτι θέλει ὁ ἀββᾶς αὐτοῦ ὠφελῆσαι τὴν ψυχὴν αὐτοῦ, ὀφείλει θαρρῆσαι αὐτῷ ὅτι «Λογισμοὺς ἔχω, τί δοκιμάζεις ποιήσω;» Καὶ αὐτὸς ἀφ’ ἑαυτοῦ ὡς ἄνθρωπος ἔχων υἱὸν ἀρρωστοῦντα καὶ μετὰ σπουδῆς λαμβάνων αὐτὸν εἰς ἰατρόν, οὐ μόνον δέ, ἀλλὰ καὶ μισθοὺς ὑπὲρ αὐτοῦ παρέχων, οὕτω καὶ αὐτὸς μετὰ χαρᾶς λαμβάνει τὸν μαθητὴν αὐτοῦ πρὸς ἄνθρωπον ἔχοντα τοῦτο τὸ χάρισμα, ἤγουν πέμπει αὐτὸν πρὸς αὐτόν. Ἐὰν δὲ οἶδεν ὅτι οὐ δύναται τοῦτο βαστάξαι ὁ γέρων, μηδὲν αὐτῷ εἴπῃ, ἀλλ’ ἐὰν εὕρῃ εὐκαιρίαν, οἰκονομοῦντος τοῦ Θεοῦ πρόφασιν, ἐρωτήσει ἄλλον γέροντα πνευματικὸν περὶ τῶν λογισμῶν αὐτοῦ, παρακαλῶν αὐτὸν μὴ μαθεῖν τὸν ἀββᾶν αὐτοῦ, ἐπεὶ ῥίπτει αὐτὸν εἰς τὸ πάθος τοῦ φθόνου. Καὶ γίνεται αὐτῷ εἰς μεγάλην θλῖψιν τὸ ἐκτὸς αὐτοῦ ἐρωτῆσαι καὶ μὴ σκανδαλισθῇ εἰς αὐτόν, ὡς μὴ ἔχοντα τοιοῦτον χάρισμα, οὐ πᾶσι γὰρ ἐδόθη. Καὶ ἐὰν ψηλαφήσῃ, εὑρίσκει ὅτι πάντως ἔχει ὁ ἀββᾶς αὐτοῦ ἄλλο χάρισμα. Τὰ γὰρ χαρίσματα τοῦ Πνεύματος διάφορά εἰσι καὶ τοῖς ἀνθρώποις μεμερισμένα, τῷ μὲν οὕτως, τῷ δὲ οὕτως. Ἐφ’ ὅσον δὲ οὐχ εὑρίσκει καιρὸν τοῦ ἐρωτῆσαι, ὑπομείνῃ, δεόμενος τοῦ Θεοῦ τοῦ βοηθῆσαι αὐτῷ.