Ἀπόκρισις·
Εἰ πάντα δυνατὰ τῷ Θεῷ, καὶ οὕτω πιστεύομεν, ποιήσωμεν αὐτῷ τὴν δύναμιν ἡμῶν, καὶ αὐτὸς ἐξολοθρεύσει τοὺς ἐπανισταμένους ἡμῖν. «Αὐτὸς γὰρ διασκεδάζει βουλὰς ἐθνῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. Ἡ δὲ βουλὴ τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.» Στῆσον τὴν ἀλήθειαν καὶ ἀγώνισαι ὑπὲρ αὐτῆς, καὶ ὁ Θεὸς πολεμεῖ ὑπὲρ σοῦ τοὺς ἀντιδίκους αὐτῆς. Αὐτοὶ ἀνθίστανται σαρκικῶς, στῆθι σὺ πνευματικῶς, τοῦτ’ ἔστιν ἐν εὐχαῖς καὶ ἱκεσίαις περὶ οἱουδήποτε πράγματος, αἰτῶν παρὰ τοῦ Θεοῦ τὴν αὐτοῦ βοήθειαν. Καὶ ἔλεγχε μετὰ παρρησίαν καὶ ἐπιτίμησον καὶ παρακάλεσον, ὡς πρέπει τῷ πνευματικῷ διδασκάλῳ, καὶ μὴ φοβηθῇς αὐτούς, «πλείονες γάρ εἰσιν οἱ μεθ’ ἡμῶν τῶν μετ’ αὐτῶν.» Ἐκεῖνοι μετὰ τοῦ διαβόλου καὶ τῶν ὁμοιοπαθῶν αὐτῶν ἀνθρώπων, ἡμεῖς δὲ μετὰ τοῦ Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ. Ἡμεῖς εἰς τὸν Θεὸν ἔχομεν τὴν ἐλπίδα τὸν λέγοντα· «Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω.» Καὶ ποιεῖ «ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν», καὶ πληροῦται εἰς ἡμᾶς τὸ «Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.» Αὐτοὶ δὲ εἰς τοὺς ἀνθρώπους ἔχουσι τὴν ἐλπίδα, οἷς οὐκ ἔστι σωτηρία. Ἐὰν οὖν μικρὰ ζημία παρακολουθήσῃ, καταφρονήσωμεν καὶ μὴ δώσωμεν καὶ μὴ αἰσχυνθῶμεν πρόσωπον ἀνθρώπου, ἐπὶ τὸν Θεὸν παροργίζομεν.