Ἀπόκρισις·
Γράψον αὐτῷ οὕτως· Τέκνον, ὅλη ἡ εὐχὴ ἡμῶν ἐστιν ἵνα πλεονάσῃ ὁ Θεὸς τὴν πίστιν τῶν χριστιανῶν κατὰ φόβον αὑτοῦ, καὶ ἵνα ὑψώσῃ τὸ κέρας τῆς Ἐκκλησίας αὑτοῦ, αὐτός ἐστιν ἡ ἐλπὶς τῆς σωτηρίας ἡμῶν. Καὶ μάθε, ἐν καιρῷ τῆς ἀνάγκης, πόθεν ἔχομεν τὴν βοήθειαν· Πόθεν ἄλλο εἰ μὴ ἀπὸ τῆς Ἐκκλησίας καὶ τῶν εὐχῶν τῶν ἁγίων, καὶ ὁ κλίνων πρὸς ταῦτα, εὑρίσκει αὐτὰ ἐν καιρῷ ἐπιτηδείῳ. Τὰ δὲ θέατρα ἐργαστήριά εἰσι τοῦ διαβόλου καὶ ὁ σπουδάζων στῆσαι αὐτὰ πίπτει ἀπὸ τῆς ἀγέλης τοῦ Χριστοῦ καὶ γίνεται μέρος τοῦ διαβόλου. Οἴδαμεν δὲ ὅτι ὑμεῖς τέκνα ἐστὲ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, καὶ πάντοτε σπουδάζετε τὰ ἀρεστὰ αὐτῷ ποιεῖν. Διδασκαλίας γὰρ οὐ δεῖσθε, ἀλλ’ ὑπομνήσεως μὴ ἐπικοινωνεῖν τοῖς τρέχουσι στῆσαι τὰ θέατρα τοῦ διαβόλου. Ἐν καιρῷ γὰρ ἀνάγκης οὐδὲν δύναται ὠφελῆσαι εἰ μὴ μόνον καταποντίσαι τοὺς προστρέχοντας αὐτοῖς. Εἴ τις δὲ ἔχει τὴν καρδίαν πρὸς τὸν Θεὸν καὶ τὰ ἀρέσκοντα αὐτῷ θέλει στῆσαι, ὁ τοιοῦτος μετὰ παρρησίας ἐπικαλεῖται αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ εἰσακούει αὐτοῦ αὐτός, ὁ παρέχων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Γινώσκετε ὅτι «τὸ σχῆμα τοῦ κόσμου τούτου παράγει», ἡ δὲ πίστις τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.