Τοῦτο γνοὺς ὁ Γέρων τῷ πνεύματι, εἶπε γραφῆναι αὐτῷ ταῦτα·
Πρὸ πάντων ἀσπαζόμεθα ἐν Κυρίῳ τὴν σὴν ἀγάπην, καὶ παρακαλοῦμέν σε πάντα λογισμὸν λυπηρὸν ἀποθέσθαι, καὶ μετὰ χαρᾶς καὶ φόβου Θεοῦ διελθεῖν καὶ νοῆσαι τὰ προγραφέντα σοι ἐν τῇ προτέρᾳ ἐπιστολῇ. Οὐδὲ γὰρ κατ’ ἐντολὴν ἐγράψαμέν τι ὑμῖν, μαθόντες παρὰ τοῦ Ἀποστόλου λέγοντος· «Οὐχ ἵνα βρόχον ὑμῖν ὑποβάλω.» Ἀλλὰ διακρίνοντες ὑμῖν ἓν ἕκαστον τῶν πραγμάτων ποίαν ἔχει διαφορὰν ὠφελείας, καθὼς πάντες ἠκούσαμεν τοῦ Σωτῆρος λέγοντος ἐν τοῖς Εὐαγγελίοις τὰ γεγραμμένα ἐν τῷ νόμῳ, τὸ «Οὐ μοιχεύσεις, οὐ φονεύσεις», καὶ τὰ ἑξῆς. Τοῦ δὲ ἐρωτήσαντος αὐτὸν εἰπόντος· «Ταῦτα πάντα ἐφύλαξα, τί ἔτι ὑστερῶ;» ἔφησεν αὐτῷ περὶ τελειότητος ὅτι «Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα», καὶ τὰ λοιπὰ ἅπερ οἶδας. Ἀλλ’ ὁ μισόκαλος ἀεὶ περιέρχεται ἐμποδίζων παντὶ ἔργῳ ἀγαθῷ. Βλέπων γὰρ τὴν γραφεῖσαν ὑμῖν ὠφέλειαν, καὶ πρὸ τοῦ μαθεῖν ὑμᾶς τὴν δύναμιν τῶν γραφέντων, μικροῦ ἐτάραξε τὸν λογισμὸν ὑμῶν. Καὶ θαυμάσαι ἔνι πῶς σκεπάζει τὸν νοῦν τοῦ ἀνθρώπου, ἁρπάζων τὸν λογισμὸν αὐτοῦ, ὥστε παντελῶς μὴ ὠφεληθῆναι. Καὶ οὐκ ἀφεῖ αὐτὸν ἐρωτῆσαι ἑαυτὸν διὰ τί ταράττεται καὶ εἰπεῖν ἑαυτῷ «Ἵνα τί περίλυπος εἶ ἡ ψυχή μου καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ», καὶ τὰ ἑξῆς.