Ἐρώτησις· Ἐὰν δέ τις ἐκ τούτου νομίσῃ ὅτι κἀγὼ τὰ ἐκείνου φρονῶ, τί εἴπω αὐτῷ;
Ἀπόκρισις Ἰωάννου·
Εἰπὲ αὐτῷ ὅτι Εἰ καὶ φανερόν ἐστιν ὅτι ἐκεῖνοι ἄξιοί εἰσι τοῦ ἀναθεματισμοῦ, ἀλλ’ ἐγὼ ἁμαρτωλότερος ὑπάρχω παντὸς ἀνθρώπου, καὶ φοβοῦμαι μήπως ἄλλον κρίνων ἐμαυτὸν κατακρίνω. Καὶ γὰρ καὶ αὐτὸν τὸν Σατανᾶν ἐὰν ἀναθεματίσω, ἐφ’ ὅσον ποιῶ αὐτοῦ τὰ ἔργα, ἑαυτὸν ἀναθεματίζω. Ὁ γὰρ Κύριος εἶπεν· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε.» Καὶ ὁ Ἀπόστολος λέγει· «Εἴ τις οὐ φιλεῖ τὸν Κύριον, ἀνάθεμα ἔστω.» Οὐκοῦν ὁ μὴ ποιῶν τὰς ἐντολὰς αὐτοῦ, οὐκ ἀγαπᾷ αὐτόν, καὶ ὁ μὴ ἀγαπῶν αὐτόν, ὑπὸ τὸ ἀνάθεμά ἐστι. Καὶ πῶς ὁ τοιοῦτος ἄλλους δύναται ἀναθεματίσαι; Ταῦτα εἰπὲ αὐτῷ, καὶ ἐὰν ἐπιμείνῃ τοῖς αὐτοῖς, διὰ τὴν αὐτοῦ συνείδησιν, ἀναθεμάτισον τὸν αἱρετικόν.