Ταῦτα δεξάμενος ὁ γέρων εἰς πένθος καὶ δάκρυα ἐπὶ πολλὰς ἡμέρας ἑαυτὸν ἔδωκε. Καὶ γράφει αὐτῷ ὁ μέγας Γέρων παραμυθούμενος αὐτὸν οὕτως·
Ἀδελφέ, ὅσα παρῆλθε, βάλωμεν εἰς τὰ ὀπίσω κατὰ τὸν ἀποστολικὸν λόγον λέγοντα· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινά.» Ζεύξωμεν ἑαυτοὺς ὁμοθυμαδὸν ἐν τῷ χρηστῷ ζυγῷ τοῦ Χριστοῦ καὶ στερεώσωμεν ἑαυτοὺς εἰς τὴν τοῦ Χριστοῦ ἀγάπην. Φησὶ γάρ· «Ὁ Θεὸς ἀγάπη ἐστί.» Εἴ τις οὖν ἑαυτὸν λέγει ἔχειν τὴν ἀγάπην, μὴ ἐχέτω τίποτε μισούμενον ἀπὸ τοῦ Χριστοῦ. Σπουδάσωμεν οὖν καθαρίσαι τὴν καρδίαν ἡμῶν ἀπὸ τῶν παθῶν τοῦ παλαιοῦ ἀνθρώπου, ὧν μισεῖ ὁ Θεός, ὅτι «ναοὶ αὐτοῦ ἐσμεν», καὶ ἐν ναῷ μεμιασμένῳ πάθεσιν, οὐ κατοικεῖ τὸ θεῖον. Εἰσέλθωμεν οὖν καὶ ποιήσωμεν τὴν μικρὰν ἡμῶν ἡσυχίαν, τὸ ἱκανὸν γὰρ ἐγένετο. Καὶ δεηθῶμεν ἵνα κατὰ τὸ αὐτοῦ θέλημα εἴη ὁ ἡσύχιος ἡμῶν βίος, δοξάζοντες τὴν ἁγίαν αὐτοῦ καὶ ἄχραντον Τριάδα. Εἴσβα οὖν κἀμὲ παράθου τῷ Θεῷ, καὶ μὴ ὀχλήσῃς ἐν τοῖς νῦν τοῦ ἐρωτῆσαί με ἢ γράψαι, ἀσχολοῦμαι γὰρ τέως. Τὸν ἀνάλαβον ἔπεμψα διὰ τὴν κέλευσίν σου. Εἰδὼς ὅτι οὐδέν εἰμι, εἰ μὴ «γῆ καὶ σποδός», οὐχ ὡς οὖν ἱκανὸς ἔπεμψα, εἰμὶ γὰρ ἀκάθαρτος καὶ χρεώστης ἐν πᾶσιν, ἀλλ’ ἵνα μὴ ἀθετήσω τὴν λέγουσαν ἐντολὴν ὅτι «Παντὶ τῷ αἰτοῦντί σε, δός.» Καὶ διὰ τὴν ἀγάπην τὴν ἐν Χριστῷ ἔπεμψα.