Ἐπειδὴ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος συγκείμενος, διπλοῦν καὶ τὸ καθάρσιον· τὸ μὲν ἀσώματον, τῷ ἀσωμάτῳ, τὸ δὲ σωματικὸν, τῷ σώματι. Καὶ τὸ μὲν ὕδωρ καθαίρει τὸ σῶμα, τὸ δὲ Πνεῦμα σφραγίζει τὴν ψυχήν· ἵνα [πνεύματι] ἐῤῥαντισμένοι τὴν καρδίαν, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, προσέλθωμεν τῷ Θεῷ. Μέλλων τοίνυν εἰς τὸ ὕδωρ καταβαίνειν, μὴ τῷ ψιλῷ τοῦ ὕδατος πρόσεχε· ἀλλὰ τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ τὴν σωτηρίαν ἐκδέχου· ἄνευ γὰρ ἀμφοτέρων ἀδύνατόν σε τελειωθῆναι. Οὐκ ἐγώ εἰμι ὁ τοῦτο λέγων, ἀλλ᾽ ὁ Κύριος Ἰησοῦς [Χριστὸς] ὁ τοῦ πράγματος τὴν ἐξουσίαν ἔχων, φησί· Ἐὰν μή τις γεννηθῇ [ἄνωθεν, καὶ ἐπιφέρει λέγων] ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Οὐδὲ ὁ τῷ ὕδατι βεβαπτισμένος, μὴ καταξιωθεὶς δὲ τοῦ Πνεύματος, τελείαν ἔχει τὴν χάριν· οὐδὲ κἂν ἐνάρετός τις γένηται τοῖς ἔργοις, μὴ λάβῃ δὲ τὴν δι᾽ ὕδατος σφραγίδα, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τολμηρὸς ὁ λόγος, ἀλλ᾽ οὐκ ἐμός· Ἰησοῦς γὰρ ὁ ἀποφηνάμενος· καί μοι λαβὲ τὴν τῶν λόγων ἀπόδειξιν ἀπὸ τῆς θείας γραφῆς. Κορνήλιος ἦν ἀνὴρ δίκαιος, ἀγγέλων ὀπτασίας καταξιωθεὶς, στήλην ἀγαθὴν ἐν οὐρανοῖς παρὰ τῷ Θεῷ τὰς ἑαυτοῦ προσευχὰς καὶ ἐλεημοσύνας ἀναστήσας.