ΚΑΤΗΧΗΣΙΣ Δʹ ΦΩΤΙΖΟΜΕΝΩΝ Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΠΕΡΙ ΤΩΝ ΔΕΚΑ ΔΟΓΜΑΤΩΝ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κολοσσαεῖς· Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ τὰ ἑξῆς.
Μιμεῖται τὴν ἀρετὴν ἡ κακία, καὶ τὸ ζιζάνιον βιάζεται σῖτος νομισθῆναι· σχήματι μὲν πρὸς τὸν σῖτον ἐξομοιούμενον, ἐκ δὲ τῆς γεύσεως ὑπὸ τῶν διακριτικῶν ἐξελεγχόμενον. Καὶ ὁ Διάβολος μετασχηματίζεται εἰς ἄγγελον φωτὸς, οὐχ ἵνα ἐπανέλθῃ ὅπου καὶ ἦν· [ὥσπερ γὰρ ἄκμων, ἀνήλατον τὴν καρδίαν κτησάμενος, ἀμετανόητον λοιπὸν ἔχει τὴν προαίρεσιν] ἀλλ᾽ ἵνα τοὺς ἰσάγγελον βίον πολιτευομένους, ἀβλεψίας σκότει, καὶ ἀπιστίας λοιμώδει περιβάλλῃ καταστάσει. Πολλοὶ λύκοι περιάγουσιν ἐν ἐνδύμασι προβάτων, προβάτων μὲν ἐνδύματα κεκτημένοι, οὐ μὴν καὶ ὄνυχας καὶ ὀδόντας· ἀλλὰ τὴν ἥμερον περικείμενοι δορὰν καὶ τῷ σχήματι τοὺς ἀκάκους ἀπατῶντες, τὴν φθοροποιὸν τῆς ἀσεβείας ἐκ τῶν ὀδόντων προσχέουσιν ἰόν. Χρεία τοίνυν θείας ἡμῖν χάριτος, καὶ νηφαλίου διανοίας καὶ βλεπόντων ὀφθαλμῶν· ἵνα μήτε τὸ ζιζάνιον ὡς σῖτον φαγόντες, ἐξ ἀγνοίας βλαβῶμεν· μήτε τὸν λύκον πρόβατον ὑπολαβόντες, θηρευθῶμεν· μήτε ἄγγελον ἀγαθὸν, τὸν ὀλεθροποιὸν Διάβολον ὑποπτεύσαντες, καταποθῶμεν.