Ἔγραψέ ποτε Κύριλλος, ὁ γράψας τὴν ἐπιστολὴν Κωνσταντίνῳ, ἀλλ᾽ ὁ μετ᾽ ἐκεῖνον διαδεξάμενος τὸν θρόνον αὐτοῦ, πρὸς Ἰούλιον τῆς Ῥώμης ἐπίσκοπον, ἔγραψε λέγων, ὅτι Μέγας τόπος καὶ στέρησις γίνεται εἰς τὰς μεγάλας καὶ λαμπρὰς ἑορτὰς, ὅτι τελοῦνται ἐν μιᾷ ἡμέρᾳ, καὶ τὰ ἀναγνώσματα, καὶ ἡ ἀκολουθία ἀπομένουσιν ἡμιτελῆ τῶν δύο ἑορτῶν, διὰ τὸ μὴ δύνασθαι τὴν γέννησιν καὶ τὸ βάπτισμα ἐκτελέσαι τοῦ Κυρίου. Ὡς δὴ οὐ δυνάμεθα ἐν μιᾷ ἡμέρᾳ ἀπαντῆσαι εἰς τόπον τοῦ βαπτίσματος (ἐπεὶ ἡ Βηθλεὲμ τρία μίλια ἀπέχει ἀπὸ Ἱερουσαλὴμ κατὰ νότον, καὶ ὁ Ἰορδάνης ιεʹ μίλια ἀπέχει κατὰ ἀνατολὰς), προσταξάτω οὖν ἡ ἁγιωσύνη σου ἐρευνῆσαι πάντα τὰ συγγράμματα τῶν Ἰουδαίων, ἅτινα σκυλεύσας ὁ Καῖσαρ Τίτος ἀπήγαγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ῥώμην. Ἴσως εὕροις βεβαίως τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν.