Mt 25, 1—13
〈Παρθένοις〉 παρεικάζει τοὺς τῶν λαῶν ἡγουμένους· ἄσπιλον δεῖ εἶναι τὸν ἱερουργὸν ψυχῇ τε καὶ σώματι καθὼς καὶ ὁ Παῦλός φησιν, «ἵνα ᾖ ἁγία καὶ σώματι καὶ τῷ πνεύματι». ἐπειδὴ δὲ τὸν ἅπαντα βίον ἔθος τῇ γραφῇ εἰς 〈πέντε〉 διαιρεῖν, ἑκάστῳ καιρῷ ἀπονέμει καὶ ὁσίας καὶ 〈μωρὰς〉 ψυχὰς ὡς ἑκάστου καιροῦ ἔχοντος σοφοὺς καὶ εὐήθεις, δικαίους καὶ ἀδίκους. ἐν ᾧ δὲ πᾶσαι ἐξῆλθον σὺν ταῖς 〈λαμπάσι〉, δείκυσιν, ὅτι πᾶσαι αἱ ψυχαὶ κατεφωτίσθησαν ὑπὸ τοῦ θεοῦ φυσικοῖς τε καὶ ἐμφύτοις νόμοις, ἀλλὰ μὴν καὶ τοῖς διὰ Μωσέως γραπτοῖς νόμοις. καὶ πάντες ἐξῆλθον εἰς συνάντησιν τῷ νυμφίῳ ἀντὶ τοῦ πάντες προέθεντο ἀρέσαι τῷ θεῷ καὶ συναφθῆναι πνευματικῶς τῷ νυμφίῳ τῷ ἐνσπείροντι ἐν ταῖς καρδίαις τῶν πιστῶν πᾶν εἶδος ἀρετῆς, διὸ καὶ νυμφίος καλεῖται. πλὴν ἀδιακρίτως τινὲς καίπερ ἔχοντες τὸν ἐκ θεοῦ φωτισμὸν οὐκ ἠνέσχοντο ἐπιεικῶς ζῆσαι, ὅπερ ἐποίησαν αἱ συνεταὶ ψυχαί, δι᾽ ἔργων ἀγαθῶν ἐπὶ πλέον ποιοῦντες ἐκλάμπειν τὴν ἔσωθεν δοθεῖσαν αὐτοῖς ἐκ θεοῦ φωτιστικὴν χάριν καὶ ὠφελοῦντες καὶ ἑαυτοὺς καὶ ἑτέρους εἰς δόξαν θεοῦ. 〈ἔλαιον〉 νοητέον τὴν φιλεργίαν τὴν ἀγαθήν, ὃ οὐκ ἔχουσιν οἱ ἀργοί, οὗ μὴ ὄντος ἐπὶ τὸ ἀκαλλέστερον μεταβαίνει ὁ ἐν ἡμῖν θεῖος φωτισμός.