Mt 26, 31
Ἐταράχθησαν οἱ μαθηταὶ οὐχ ὡς ἐλαφροί τινες, ἀλλ᾽ ὅτι πολλῆς ἔγεμεν ἀπορίας τὸ πρᾶγμα καὶ δυσκατάληπτος ἦν ἡ γνῶσις τοῦ μυστηρίου τούτου, πῶς ὁ τοὺς νεκροὺς ἀναστήσας καὶ μυρία ποιήσας σημεῖα ὑπὲρ ἄνθρωπον εἰς οὕτως ἄτιμον παρεδόθη θάνατον. οὗτος δὲ ἦν ὁ διὰ τοῦ προφήτου εἰρηκὼς «πατάξω τὸν ποιμένα». διὸ καὶ ὁ Δαβίδ φησιν πρὸς τὸν πατέρα, «ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν». πλὴν οὐ πάντη τοῦτο καὶ πάντως γέγονεν βουλήσει τοῦ πατρός, ἀλλ᾽ ἤθελε μὲν μὴ παθεῖν αὐτόν, εἴγε προσεδέξαντο οἱ Ἰουδαῖοι. ἐπειδὴ δὲ οὐ προσήκαντο, ἀλλ᾽ ἠθέλησαν φονεῦσαι, συγκατέθετο ὁ πατὴρ τῷ υἱῷ τοῦτο παθεῖν ἑλομένῳ. διὸ καὶ λέγεται, ὅτι ὁ πατὴρ ἐπάταξε «τὸν ποιμένα», ἐπειδήπερ εἴασεν αὐτὸν παθεῖν δυνάμενος κωλῦσαι μὴ παθεῖν. οὕτω δὲ νοητέον καὶ τὸ εἰρημένον πρὸς Πιλᾶτον ὑπὸ Χριστοῦ, ὅτι «οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν», ἀντὶ τοῦ μὴ συνῄνεσεν ὁ πατὴρ ἑλομένῳ μοι παθεῖν.