Ταῦτα δὲ σωματικώτερα ὄντα, καὶ πολλὴν ἀπιστίαν τῶν ἀποστόλων κατηγοροῦντα, αὐτοῦ τε τοῦ Σωτῆρος συμπεριφορὰν, πείθοντος αὐτοὺς καὶ σαφῶς παριστῶντος ὡς ἄρα αὐτὸς εἴη, τῷ Λουκᾷ ὡς ἂν ὑποδεεστέρῳ γράφειν τὸ Πνεῦμα ὑπέβαλε· τὰ δὲ κρείττονα καὶ δυνάμεως ἐνθέου παραστατικὰ διὰ τοῦ Ἰωάννου παρίστη, γράφοντος καὶ αὐτοῦ ἑξῆς ταῦτα, «Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον·» εἶπεν οὖν αὐτοῖς πάλιν, «Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς· καὶ τοῦτο εἰπὼν ἀνεφύσησε,» καὶ τὰ ἑξῆς. Ἔχοι δ᾽ ἂν ἀκολουθίαν ὁ παρ᾽ ἀμφοτέροις λόγος, εἰ τὰ παρὰ τῷ Λουκᾷ πρῶτα πεπράχθαι λογισαίμεθα, εἶθ᾽ οὕτως μετ᾽ ἐκεῖνα συνάψομεν τὰ παρὰ τῷ Ἰωάννῃ. Ἔτι μὲν γὰρ ἀπιστούντων αὐτῶν καὶ τροφὴν ᾔτει, καὶ μὴ ἀρκεσθεὶς τῇ βρώσει τοῦ ἰχθύος, καὶ λόγους αὐτοὺς στηρίζει, τῆς προτέρας αὐτοὺς ὑπομιμνήσκων διδασκαλίας κατὰ τὸν Λουκᾶν. Ὅτε δὲ λοιπὸν πεισθέντες ἐπληροφορήθησαν αὐτὸν εἶναι ἀληθῶς, καὶ λοιπὸν χαρᾶς ἦσαν μεστοὶ, τότε δευτέραν αὐτοῖς εἰρήνην ἑτέραν καὶ κρείττονα παρὰ τὴν προτέραν δίδωσι, καὶ παρακελεύεται ἑτοίμους εἶναι εἰς τὴν ἀποστολὴν, μονονουχὶ ὁμοίους αὐτῷ καὶ αὐτοὺς ἔσεσθαι διὰ τοῦ ὁμοίου ἔργου ἐπαγγειλάμενος.