Καὶ μετὰ τούτους οὐκ ἂν σφαλείης ὁμοῦ κατὰ ταυτὸν συνηγμένοις ἅμα τοῖς ἕνδεκα καὶ τοῖς ἑβδομήκοντα αὐτὸν ὦφθαι εἰπών. Ὁ δὲ Παῦλος καὶ ἔτι τούτων πλείοσιν ἑωρᾶσθαι τὸν Σωτῆρα μετὰ τὴν ἀνάστασιν ἱστορεῖ, τοῦτο παρ᾽ ἑτέρων μαθών· «Ὤφθη γὰρ, φησὶ, Κεφᾷ, εἶτα τοῖς δώδεκα, ἔπειτα πεντακοσίοις, ἔπειτα Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν, ἔσχατον δὲ πάντων, φησὶ, κἀμοί.» Ὁρᾷς ὁσάκις καὶ ὅσοις ὤφθη μετὰ τὴν ἀνάστασιν; Οὕτω καὶ τοῖς ἐν Ἱερουσαλὴμ κρυπτομένοις ὤφθη· καὶ πρὸ αὐτῶν τοῖς περὶ Κλεόπαν ἀπιοῦσιν ἐπὶ Ἐμμαοῦν· καὶ πρό γε πάντων, ἀνδρῶν μὲν Σίμωνι, γυναικῶν δὲ τῇ Μαγδαληνῇ. Ἔνθεν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν, ἐπεὶ πολλάκις ἑαυτὸν ἐδείκνυ τοῖς μαθηταῖς, ἐπιτηρεῖ λέγων, ὡς ἄρα δι᾽ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναυλιζόμενος, τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ παρεδίδου μαθήματα, παρῄνει τε ὁρμᾷν εἰς τὴν Ἱερουσαλὴμ, κἀκεῖ κηρύττειν Ἰουδαίοις πρώτοις τὸν λόγον· μηδὲ πρότερον ἀναχωρεῖν τῆς πόλεως, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, περὶ ἧ; μικρὸν ὕστερον διαληψόμεθα.