Λύσις.
Εὑρίσκομεν πολλὴν εἶναι συνωνυμίαν ἐν τῇ θείᾳ Γραφῇ· ὥσπερ καὶ νῦν συμβαίνει. Ὅθεν καὶ ἡ ἀδελφὴ τῆς Θεοτόκου, τῷ αὐτῷ ἐκέκλητο ὀνόματι, καὶ Μαρία Ἰακώβου. Συνέβαινε δὲ καὶ Μαγδαληνὰς οὐ μίαν εἶναι καὶ δύο μόνον, ἀλλὰ καὶ τρεῖς· ὧν ἡ μία ἐκ δαιμόνων ἑπτὰ κεκαθάριστο· μεθ’ ἧς αἱ λοιπαί, ἅμα Ἰωάννᾳ καὶ Σαλώμῃ, πολυτρόπως παρὰ τοῦ Σωτῆρος εὐεργετηθεῖσαι, κατὰ διαφόρους καιρούς, πρὸς τὸ μνῆμα τὸ Δεσποτικὸν ἔδραμον· εἰκὸς τοίνυν καὶ Μαρίαν Ἰακώβου τοῦ υἱοῦ Ἀλφαίου, ἀλλὰ καὶ ἑτέραν Μαρίαν μὲν λεγομένην, μητέρα δὲ οὖσαν Ἰακώβου τοῦ Ζεβεδαίου. Ἐντεῦθεν οὖν σκοπεῖν δεῖ τῶν ὀπτασιῶν τὴν διαίρεσιν. Οὐδεμιᾷ γὰρ ἐναντιολογίᾳ ἀναγέγραπται τῷ Ματθαίῳ, μίαν τῶν Μαγδαληνῶν Μαρίαν ἅμα ἄλλῃ Μαρίᾳ, ὀψὲ Σαββάτων, παρατεινούσῃ ἄχρι μεσονυκτίου, ἐντὸς εἰς τὸ μνῆμα δραμεῖν, διπλοῦν ὑπάρχον κατὰ τὸν τύπον τοῦ σπηλαίου τοῦ Ἀβραάμ, καὶ ἐν τῷ ἐξωτέρῳ οἴκῳ γενομένας, τὸν ἄγγελον ἰδεῖν, ἐν αὐτῇ τῇ ὥρᾳ τὸν λίθον ἀποκυλίσαντα, ἐξαναστάντος ἤδη τοῦ μνήματος τοῦ Χριστοῦ· διὰ τοῦτο γεγράφθαι· Ἰδοὺ σεισμὸς ἐγένετο μέγας· τουτέστιν, ἅμα τῇ αὐτοῦ παρουσίᾳ· εἶτα ἀκοῦσαι περὶ τοῦ ἀγγέλου ἄπερ ἤκουσαν· καὶ πορευομένας ἀπαγγεῖλαι τοῖς μαθηταῖς, ἰδεῖν τὸν Κύριον, καὶ προσκυνῆσαι αὐτοῦ τοὺς πόδας, καὶ πρὸς τοὺς μαθητὰς ἐπηχθῆναι· ἐν τοσούτῳ δὲ τοὺς φύλακας ἀπαγγεῖλαι ἐν τῇ πόλει τὸ γεγονός.