Λύσις.
Πάσχα μὲν κυρίως εἴρηται τῇ Γραφῇ, καθὼς ἔξεστι γνῶναι τοὺς τῷ Δευτερονομίῳ ἐντυγχάνοντας, τὴν ιδʹ ἡμέραν τοῦ πρώτου μηνός, ἐν ᾗ πρὸς ἑσπέραν ὁ ἀμνὸς ἐθύετο, ὃν μετὰ πικρίδων ἐπ’ ἀζύμοις ἤσθιον· ἑορτὴ δὲ τοῦ Πάσχα ἡ μετ’ αὐτήν, ὡσαύτως καὶ ἑορτὴ Ἀζύμων. Ἡ δὲ μετ’ ἐκείνην πάλιν ἐπίσημος· ὡς ἐν αὐτῇ τοῦ δράγματος προσφερομένου, ἤτις ἦν τὸ Σάββατον, περὶ οὗ φησιν ὁ Ἰωάννης, μεγάλην εἶναι ἡμέραν ἐκείνου τοῦ Σαββάτου· πρῶτον μέν, διὰ τὸ καθ’ ἑαυτὸ τιμᾶσθαι τὸ Σάββατον· δεύτερον δέ, καὶ διὰ τὸ δευτέραν εἶναι ἡμέραν τῆς ἑορτῆς· τρίτον δέ, διὰ τὸ καὶ τὸ δράγμα τὸ νέον ἐν αὐτῷ προσφέρεσθαι, καὶ τριπλᾶς ἐν αὐτῇ προσάγεσθαι θυσίας.