Λύσις.
Ὁ μὲν Ματθαῖος τὸ ἀδάμαστον καὶ νέον τοῦ πώλου ἐνδείξασθαι βουλόμενος, συμπαραληφθῆναι ἐξέθετο καὶ τὴν τούτου μητέρα· οὐχ ὥστε ἐπικαθίσαι αὐτῇ τὸν Κύριον, ἀλλ’ ὥστε τῇ ἀκολουθήσει παραθαρσύνειν τὸν πῶλον. Μάρκος δὲ καὶ Λουκᾶς ἁπλούστερον τὸ γεγονὸς ἐξέθεντο. Ματθαῖος μέν τοι κατὰ τὸ ὑπὸ τοῦ προφήτου λεχθέν, ἐπιβεβηκέναι ἐπὶ ὄνον καὶ πῶλον εἶπεν· ὅτι διὰ τοῦ πώλου καὶ τῇ ὄνῳ ἐκάθητο, ἑπομένῃ καὶ συνεργούσῃ τῷ τοῦ Κυρίου ὀχήματι. Εἰ δέ τις ἀποροίη, τίνος χάριν Ματθαῖος μὲν τὸν προφήτην ἐκθέσθαι φησὶν ἐπὶ ὄνον καὶ πῶλον καθίσαι τὸν Κύριον· ἡ δὲ τῶν Οʹ Ἔκδοσις ἐπὶ πῶλον ὄνου καθίσαι περιέχει· τοῦτο μανθανέτω, ὡς τῇ Ἑβραϊκῇ γλώττῃ κεχρημένοι οἱ ἀπόστολοι, ἅτε τῆς Ἑλληνικῆς εὐγλωττίας ἄπειροι, καὶ τῆς τῶν Οʹ ἐκδόσεως, ὥσπερ ταῖς αὐτῶν βίβλοις ἀρχαιοτέρως ἐκτεθείσαις ἐνεφέρετο, οὕτω τὰς προφητικὰς μαρτυρίας ἐξέθεντο· τοῦ Πνεύματος τοῦτο οἰκονομήσαντος, ἵνα μὴ ὡς ἐκ συνθήματος φανῶσι συντάξαντες. Ὁ μέντοι πῶλος τὰ ἔθνη, ἡ δὲ τούτου μήτηρ, τοὺς Ἰουδαίους αἰνίττεται.