Λύσις.
Τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς τοῦ πρώτου, Πάσχα σύνηθες τῇ Γραφῇ καλεῖν· ὡς ἐν αὐτῇ ἀναμέσον τῶν ἑσπερινῶν, τοῦ ἀμνοῦ ἐσθιομένου ἐπ’ ἀζύμοις· τὴν δὲ πεντεκαιδεκάτην ἡμέραν, οὐ Πάσχα, ἀλλ’ ἐορτὴν τοῦ Πάσχα, ἤγουν ἑορτὴν Ἀζύμων· καθώς φησι Μωυσῆς, ὅτι, Ἐν τῷ πρώτῳ μηνί, τῇ ιδʹ ἡμέρᾳ τοῦ μηνός, ἀναμέσον τῶν ἑσπερινῶν, Πάσχα τῷ Κυρίῳ. Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἑορτὴ Ἀζύμων τῷ Κυρίῳ. Πρὸ οὖν ταύτης τῇ ιδʹ ὀψίας ἤδη οὔσης συνδειπνήσας τοῖς μαθηταῖς τὸ τυπικὸν Πάσχα ὁ Κύριος, τότε καὶ τὸ μυστικὸν αὐτοῖς παρέδωκε Πάσχα· οὐδαμῶς δὲ ἐκωλύοντο ἐκ τοῦ νόμου τὰ πρὸς τροφήν, ἢ πωλεῖν ἢ ἀγοράζειν, ἢ ἐλεημοσύνην παρέχειν· διὰ τὸ εἰρῆσθαι· Ὅσα ποιηθήσεται ψυχῇ, ταῦτα ποιηθήσεται ὑμῖν. Ὅθεν ὑπενόουν οἱ μαθηταὶ εἰς τοιαύτην διακονίαν σταλῆναι τὸν Ἰούδαν μετὰ τὴν τοῦ ψωμίου ὑποδοχήν.