Οὐχὶ διατοῦτο ἐγκρατεύεται, ἢ νηστεύει, ἢ ἐγκλείεται περισσοτέρως, καὶ ποιεῖ ὅπερ ὤφειλε τῷ σκοπῷ αὐτοῦ, ἵνα ἄλλοι σκανδαλισθῶσιν, ἀλλ’ ἵνα καθαρεύσῃ τὸν νοῦν αὐτοῦ. Οὗτοι δὲ διὰ τὸ μὴ γινώσκειν τὸν αὐτοῦ σκοπὸν τῆς πολιτείας, καταμέμφονται καὶ ὑπεύθυνοι γίνονται τῇ ἀληθείᾳ, διότι οὐχ’ ἱκανοὶ ἐγένοντο, ἐν ἀμελείᾳ ὄντες, αἰσθηθῆναι τοῦ σκοποῦ τοῦ πνευματικοῦ ἐκείνου, οὗ ἔθηκεν οὗτος εἰς καθαρότητα τῆς ψυχῆς αὐτοῦ. Περὶ ὧν ὁ μακάριος Παῦλος ἔγραψεν· Ὁ λόγος ὁ τοῦ σταυροῦ φησι τοῖς μὲν ἀπολλυμένοις, μωρία ἐστίν. Τί οὖν ἄρτι, διότι μωρία ἐλογίζετο ὁ λόγος τοῦ σταυροῦ, τοῖς ἀπολλυμένοις καὶ οὐκ ᾐσθάνοντο εἰς τὴν δύναμιν τοῦ λόγου, σιωπᾶν ἔδει τὸν Παῦλον κηρύξαι; καὶ ἰδού, ἕως τῆς σήμερον, ἡ ὑπόθεσις τοῦ σταυροῦ πρόσκομμα καὶ σκάνδαλον τοῖς Ἰουδαίοις καὶ τοῖς Ἕλλησι. Σιωπῶμεν τοίνυν ἐκ τῆς ἀληθείας, ἵνα μὴ σκανδαλισθῶσιν οὗτοι; Παῦλος γὰρ οὐ μόνον οὐκ ἐσιώπησεν.
ἀλλὰ καὶ ἔκραξε λέγων, ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἡ καύχησις αὕτη ἡ ἐν τῷ σταυρῷ, οὐχ’ ἵνα σκανδαλίσῃ ἄλλους, διηγεῖτο αὐτήν, ἀλλὰ κηρύττων τὴν μεγάλην δύναμιν τοῦ σταυροῦ.