Οἱ πειρασμοὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ, οἵτινές εἰσιν οἱ ὑπερήφανοι.
Οἱ δὲ πειρασμοί, οἱ γινόμενοι ἐκ τῆς παραχωρήσεως τοῦ Θεοῦ κατὰ τῶν ἀναισχυντούντων καὶ ἐπαιρομένων ἐν ταῖς διανοίαις αὑτῶν ἐνώπιον τῆς ἀγαθότητος τοῦ Θεοῦ καὶ ἀδικούντων τὴν ἀγαθότητα τοῦ Θεοῦ ἐν τῇ ὑπερηφανίᾳ αὑτῶν, εἰσὶν οὗτοι· οἱ πειρασμοὶ οἱ φανεροὶ τῶν δαιμόνων, οἱ καὶ ὑπὲρ τὸν ὅρον τῆς δυνάμεως ὑπάρχοντες τῆς ψυχῆς, ἡ στέρησις τῶν δυνάμεων τῆς σοφίας τῆς οὔσης ἐν αὐτοῖς, αἴσθησις δριμεῖα τῆς ἐννοίας τῆς πορνείας τῆς παραχωρουμένης κατ’ αὐτῶν εἰς ταπείνωσιν τῆς ἐπάρσεως αὐτῶν, τὸ θυμοῦσθαι ταχέως, τὸ θέλειν στῆσαι τὸ ἴδιον θέλημα, τὸ φιλονεικεῖν ἐν λόγοις, τὸ ἐπιτιμῆσαι, ἡ καταφρόνησις τῆς καρδίας, πλάνη τοῦ νοῦ τελεία, βλασφημία κατὰ τοῦ ὀνόματος τοῦ Θεοῦ, ἔννοιαι μωραὶ πεπληρωμέναι γέλωτος, μᾶλλον δὲ κλαυθμοῦ, τὸ καταφρονεῖσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ ἀφανίζεσθαι τὴν τιμὴν αὐτῶν, τὸ γενέσθαι αἰσχύνη καὶ ὄνειδος ὑπὸ τῶν δαιμόνων ἐν πολλοῖς τρόποις κρυπτῶς καὶ φανερῶς, ἐπιθυμία τοῦ μιγῆναι καὶ συναστραφῆναι τῷ κόσμῳ, τὸ λαλεῖν καὶ ληρεῖν ἀφρόνως πάντοτε, τὸ εὑρεῖν ἑαυτῷ καινισμὸν ἀεὶ σὺν ψευδοπροφητείᾳ, τὸ ἐπαγγέλλεσθαι πολλὰ ὑπὲρ τὴν δύναμιν αὑτοῦ. Καὶ ταῦτα μὲν τὰ ψυχικά.