Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν ἐν τῇ προσευχῇ τὴν ἀσθένειαν ἡμῶν ἐνηδραίωσε, λέγων· «ἐξυπνίσθητε», φησί, «καὶ γρηγορήσατε, καὶ εὔξασθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν».
Καὶ «εὔξασθε καὶ μὴ ὀκνήσητε», καὶ «ἔσεσθε γρηγοροῦντες ἐν παντὶ καιρῷ καὶ εὐχόμενοι». «Αἰτεῖτε», φησί, «καὶ λήψεσθε. Ζητήσατε, καὶ εὑρήσετε. Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται». Μάλιστα δὲ τὸν ἑαυτοῦ λόγον ἐβεβαίωσε καὶ ἐπὶ πλέον σπουδάσαι ἡμᾶς παρεσκεύασεν ἐν τῇ παραβολῇ τοῦ φίλου, τοῦ ἀπελθόντος πρὸς τὸν ἑαυτοῦ φίλον τὸ μεσονύκτιον καὶ αἰτησαμένου αὐτῷ ἄρτον, λέγων· «ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ διὰ τὴν φιλίαν αὐτοῦ δῷ αὐτῷ, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ πάντα ὅσα ἂν αἰτήσηται αὐτῷ». Καὶ ὑμεῖς εὔξασθε καὶ μὴ ἀμελήσητε.