Ὁ δὲ ἀνοίξας τοὺς ὀφθαλμοὺς αὐτοῦ προσέσχε καλῶς μοι καὶ εἶπε· “τέκνον, σὺ νεώτερος εἶ, καὶ οὐκ ἀφεῖ ὁ Θεὸς ἐπὶ σὲ πειρασμούς”.
Τότε εἶπον αὐτῷ ὅτι μὲν “νεώτερός εἰμι, ναί, ἀλλ’ οἱ πειρασμοὶ τῶν ἰσχυρῶν ἀνδρῶν εἰσι μετ’ ἐμοῦ”. Τότε εἶπέ μοι, “λοιπὸν ὁ Θεὸς θέλει σε σοφίσαι”. Καὶ εἶπον αὐτῷ ἐγώ, “πῶς σοφισθήσομαι; ἐγὼ καθ’ ἡμέραν γεύομαι τοῦ θανάτου”. Καὶ αὐτὸς εἶπέ μοι, “ὁ Θεὸς ἀγαπᾷ σε, σιώπα· μέλλει ὁ Θεὸς δοῦναι σοι τὴν χάριν αὐτοῦ”. Καὶ πάλιν εἶπε μοί, “ἵνα γνῷς, τέκνον μου, ὅτι τριάκοντα χρόνους πόλεμον μετὰ τῶν δαιμόνων ἐποίησα, καὶ εἴκοσι χρόνους οὐκ ἐβοηθήθην παντελῶς· ὅτε δὲ ὁ εἰκοστὸς πέμπτος χρόνος γέγονεν, ἤρξατο ἔρχεσθαί μοι ἀνάπαυσις, καὶ ὅσον ἤρχετο ἐπληθύνετο· καὶ ὅτε ὁ εἰκοστὸς ὄγδοος χρόνος γέγονε, μᾶλλον ἐπὶ πλέον ἐπληθύνθη· καὶ ἐν τῷ τέλει τοῦ τριακοστοῦ χρόνου, οὕτως ἐπληθύνθη ἡ ἀνάπαυσις, ἕως ἂν οὐ γινώσκω πόσον ἐστί”. Καὶ ἔλεγεν ὅτι “ὅτε θελήσω ἀναστῆναι εἰς τὴν λειτουργίαν, Δόξαν μίαν ἀφίομαι λειτουργῆσαι· καὶ τὰ λοιπὰ δέ, ἐὰν στῷ τρεῖς ἡμέρας, εἰς ἔκπληξιν μετὰ τοῦ Θεοῦ γίνομαι καὶ οὐκ αἰσθάνομαι κόπου”». Ἰδοὺ τὸ ἔργον τοῦ πολλοῦ καιροῦ ποίαν ἀνάπαυσιν ἀπλήρωτον ἐγέννησεν.