Δεῖξον τὴν ἀσθένειάν σου ἔμπροσθεν τοῦ Θεοῦ διαπαντός, καὶ οὐ μὴ δοκιμασθῇς ὑπὸ τῶν ἀλλοτρίων ὅταν μονωθῇς ἀπὸ τοῦ ἀντιλήπτορός σου.
Ἡ πρᾶξις τοῦ σταυροῦ διπλῆ ἐστι, καὶ τοῦτο πρὸς τὸ διπλοῦν τῆς φύσεως τὸ διαιρούμενον εἰς δύο μέρη· πρὸς τὸ ὑπομεῖναι τὰς θλίψεις τῆς σαρκός, τὰς πληρουμένας τῇ ἐνεργείᾳ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς. ἥτις καλεῖται πρᾶξις· ἡ δέ, ἐν τῇ λεπτῇ ἐργασίᾳ τοῦ νοῦ καὶ ἐν τῇ θείᾳ ἀδολεσχίᾳ καὶ τῇ διαμονῇ ἐν τῇ προσευχῇ, καὶ τὰ ἑξῆς, ἥτις διαπράττεται ἐν τῷ ἐπιθυμητικῷ μέρει καὶ καλεῖται θεωρία. Καὶ ἡ μία μέν, ἤγουν ἡ πρᾶξις, τὸ παθητικὸν μέρος τῆς ψυχῆς καθαρίζει ἐν τῇ δυνάμει τοῦ ζήλου· ἡ δὲ ἄλλη, τῇ ἐνεργείᾳ τῆς ἀγάπης τῆς ψυχῆς, ἥτις ἐστὶν ἐπιπόθησις φυσική, ἥτις διϋλίζει τὸ νοητὸν μέρος τῆς ψυχῆς. Ἕκαστος οὖν πρὸ τελείας γυμνασίας ἐν τῷ πρώτῳ μέρει, διαβαίνων πρὸς ἐκείνην τὴν δευτέραν διὰ τὴν ἡδονὴν αὐτῆς ἐρωτικῶς, ἵνα μὴ λέγω ἐξ ὀκνηρίας, ἡ ὀργὴ ἐπέρχεται αὐτῷ, διὰ τὸ μὴ νεκρῶσαι πρῶτον τὰ μέλη αὐτοῦ τὰ ἐπὶ τῆς γῆς, τουτέστι τὸ ἰάσασθαι τὴν ἀσθένειαν τῶν λογισμῶν ἐν τῇ ὑπομονῇ τῆς ἐργασίας τῆς ὕβρεως τοῦ σταυροῦ· ἐτόλμησε γὰρ τοῦ φαντασθῆναι ἐν τῷ νοῒ αὐτοῦ τὴν δόξαν τοῦ σταυροῦ.