Κρεῖσσόν σοι βραχύγλωσσον εἶναι, γνωστικῷ ὄντι καὶ πεπειραμένῳ, τοῦ βρύειν ἐν τῇ ὀξύτητι τοῦ νοός σου ποταμηδὸν τὴν διδασκαλίαν.
Συμφέρει σοι μεριμνᾶν ἀναστῆσαι τὸ τεθνεὸς τῆς ψυχῆς σου ἀπὸ τῶν παθῶν διὰ τῆς ἐν τοῖς θείοις κινήσεως τῶν ἐνθυμήσεών σου, τοῦ ἀναστῆσαι τοὺς τεθνεῶτας. Πολλοὶ δυνάμεις ἐπετέλεσαν καὶ νεκροὺς ἀνέστησαν, καὶ ἐμόχθησαν τοῦ ἐπιστρέψαι πεπλανημένους, καὶ ἐποίησαν θαυμάσια μεγάλα, καὶ διὰ τῶν χειρῶν αὐτῶν πολλοὶ ὡδηγήθησαν πρὸς ἐπίγνωσιν τοῦ Θεοῦ· καὶ μετὰ ταῦτα αὐτοί, οἱ ἄλλους ζωοποιήσαντες, πεπτώκασιν εἰς μιαρὰ πάθη καὶ βδελυκτὰ καὶ ἑαυτοὺς ἐθανάτωσαν καὶ σκάνδαλον τοῖς πολλοῖς ἐποίησαν ἐν τῇ φανερωθείσῃ ὑπ’ αὐτῶν πράξει. διότι ἀκμὴν ἐν ἀρρωστίᾳ ἦσαν ψυχῆς καὶ οὐκ ἐφρόντισαν περὶ τῆς ὑγείας τῶν ψυχῶν αὐτῶν, ἀλλὰ δεδώκασιν ἑαυτοὺς εἰς τὴν θάλασσαν τοῦ κόσμου τούτου τοῦ ἰάσασθαι τας ψυχὰς τῶν ἄλλων, ἔτι ὄντες ἄρρωστοι, καὶ ἀπώλεσαν τὰς ψυχὰς αὐτῶν ἐκ τῆς ἐλπίδος τοῦ Θεοῦ, καθ’ ὃν τρόπον ἔφην. Ἡ γὰρ ἀσθένεια τῶν αἰσθήσεων οὐκ ἠδύνατο συναντῆσαι τῇ φλογὶ τῶν πραγμάτων τῶν συνήθειαν ἐχόντων ἐξαγριοῦν τὸ δυσχερὲς τῶν παθῶν· ἔτι γὰρ ἐδέοντο παραφυλακῆς, λέγω δή, τοῦ μὴ ἰδεῖν γυναῖκας καὶ ἀναπαύεσθαι καὶ κτήσασθαι ἀργύριον καὶ πράγματα καὶ ἄρχειν ἑτέρων καὶ ἐπαρθῆναι κατά τινων.