ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ
Τί ἐστιν, ἔφης, τὸ ἐν τοῖς εὐαγγελίοις εἰρημένον περὶ τοῦ νομικοῦ· Ὁ δὲ θέλων ἑαυτὸν δικαιῶσαι εἶπεν· «Καὶ τίς ἐστί μου πλησίον;» Ἄκουσον τοίνυν. Ὁ νομικὸς πλησίον μόνον ἐνόμιζεν εἶναι τὸν δίκαιον τῷ δικαίῳ, τὸν ὑψηλὸν τῷ ὑψηλῷ, κατ’ ἀρετήν φημι. Οὐ γὰρ τῇ οὐσίᾳ μίᾳ οὔσῃ, τὸν πλησίον ἔκρινεν, ἀλλ’ ἢ τοῖς ἀξιώμασιν, ἢ ταῖς πράξεσι. Διὸ καὶ θέλων ἑαυτὸν δικαιῶσαι, τουτέστι δίκαιον ἀποδεῖξαι, ὡς ὑψηλὸς εἴη κατὰ τὴν ἀρετὴν ἢ μέγας κατὰ τὸ διδάσκαλος εἶναι φησί· «Καὶ τίς ἐστί μου πλησίον; Δεῖξόν μοι τὸν οὕτω μέγαν.» Ὁ δὲ Σωτήρ, ἅτε δὴ ποιητὴς (μικρὸν γὰρ καὶ μέγαν αὐτὸς ἐποίησεν) οὐ ταῖς πράξεσιν, οὐδὲ τοῖς ἀξιώμασιν, ἀλλὰ τῇ φύσει ὡρίσατο τὸν πλησίον, μονονουχὶ λέγων· «Οὔπω σοι τέως λέγω ὅτι οὐδὲν τῶν ἄλλων διενήνοχας, ἵνα μὴ οἱ ὄντως φιλάρετοι νομίσοιεν μὴ χρεωστεῖν τοῖς πέλας τὴν ἀγάπην, δόγμα τὸν σὸν ἔλεγχον νομίσαντες εἶναι· ἀλλ’ εἰ καὶ οὕτως ἔχει—δεδόσθω γάρ—σὺ σπούδασον τοῦ δεομένου γενέσθαι πλησίον, οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ διαθέσει καὶ τῇ εἰς αὐτὸν ἐπιμελείᾳ. Διὰ γὰρ τοῦτο καὶ τὸν Σαμαρείτην σοι ἐχαρακτήρισα. Τὸ γὰρ πλησίον τῇ φύσει κρίνεται, οὐ τῇ ἀρετῇ· τῇ οὐσίᾳ, οὐ τῷ ἀξιώματι· τῇ συμπαθείᾳ, οὐ τῷ τόπῳ· τῷ τῆς θεραπείας τρόπῳ, καὶ οὐ τῇ τοῦ τόπου ἐγγύτητι. Ἐκεῖνον μάλιστα ἡγοῦ εἶναι πλησίον τὸν δεόμενον, καὶ αὐτεπάγγελτος ἐπὶ τὴν βοήθειαν βάδιζε.»