ΤΩΙ ΑΥΤΩΙ
Καὶ ἀσεβὲς εἶναι καὶ ἄνανδρον νενόμικα τοὺς μὴ εὖ βιοῦντας μέν, δυναστείαν δὲ περιβεβλημένους περιέπειν· τῶν δὲ ἀρετῇ κεκοσμημένων, εἰ ἰδιωτεύοιεν, καταφρονεῖν· κἀκείνους ἐπαινεῖν, τούτους δὲ διασύρειν. Μὴ τοίνυν θαύμαζε εἰ τὸ δίκαιον πρὸ τοῦ συμφέροντος τίθεμαι, καὶ τὸ πρέπον πρὸ τοῦ κέρδους, καὶ τὴν ἀρετὴν πρὸ τῆς δυναστείας. Εἰ γὰρ μὴ τοῦτ’ ἐποίουν, ἔδοξα ἂν Εὐτόνιον μέν, ὅτι ἐπιβουλεύεται, παρεωρακέναι, Εὐσέβιον δὲ ὅτι τυραννεῖ τεθεραπευκέναι· Εὐτονίῳ γὰρ πολεμεῖ μὲν ἅπας ὁ κλῆρος, ὁ μὲν ἑκών, ὁ δὲ καὶ πρὸς τὸ τοῦ κρατοῦντος σύνθημα. Ἔγκλημα δὲ τοῦ πολέμου τούτου, ἐγὼ μὲν οὐκ οἶδα οὐδέν, φασὶ δὲ λεγόντων ἀκούειν ὅτι ἀρετῆς ἐστι θρέμμα περίβλεπτον· τὸν δὲ τὸ σύνθημα τοῦ πολέμου δόντα εἰ καὶ πολλοὶ μισοῦντες καὶ κακηγοροῦντες κολακεύουσιν, ἐγὼ ἅτε ἐχθρὸν τῆς ἀρετῆς καὶ τῷ διαβόλῳ συμπράττοντα τῷ κατὰ τῶν ἀνθρωπίνων ψυχῶν σπείροντι τὰ ζιζάνια, οὐδ’ ἰδεῖν δύναμαι, οὐδ’ ἂν μυρίους ἀπειλήσῃ θανάτους.