Καὶ πῶς χρὴ ἐπιστρέφειν; καθάπερ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα, καταβάλλεται μὲν ἅπαξ, οὐ μένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς κατασκευῆς. Κἂν μὴ τὴν γῆν ἀναμοχλεύσαντες περιστείλωσι τὰ καταβαλλόμενα, τοῖς ὄρνισιν ἔσπειραν καὶ τοῖς σπερμολόγοις ὀρνέοις πᾶσιν. Οὕτω καὶ ἡμεῖς, ἂν μὴ τῇ συνεχεῖ μνήμῃ τὰ καταβληθέντα περιστείλωμεν· καὶ γὰρ ὁ διάβολος ἐξαρπάζει, καὶ ἡ ἡμετέρα ῥᾳθυμία ἀπόλλυσι. Καὶ ὁ ἥλιος ξηραίνει, καὶ ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι πνίγουσι. Ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβάλλοντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖται προσεδρείας, ἀποσοβοῦν τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰς ἀκάνθας ἐκκόπτοντα, τὰ πετρώδη γῆς πληροῦντα πολλῆς· πᾶσαν λύμην κωλύοντα καὶ ἀποτειχίζοντα καὶ ἀναιροῦντα. Ἀλλ᾽ ἐπὶ μὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ γίνεται· ἄψυχος γὰρ ἐκείνη ὑπόκειται, πρὸς τὸ παθεῖν ἕτοιμος οὖσα μόνον· ἐπὶ δὲ ταύτης τῆς γῆς τῆς πνευματικῆς οὐδαμῶς.