Εἶτα ἐὰν ἴδῃ αὐτὸν κεκολασμένον ὑπὸ πονηρῷ δεσπότῃ καὶ λέγοντα, Πορεύομαι πρὸς τὸν δεσπότην μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν· δίδωσιν αὐτῷ πάλιν τὴν τιμὴν, καὶ ἐξαγοράζει αὐτὸν, ἵνα γένηται λαὸς περιούσιος. Οὕτως οὖν καὶ ἡμᾶς ἀνακτᾶται ὁ Θεός. Καὶ πῶς ἐσμεν αὐτοῦ ἴδια καὶ οὐκ ἴδια; ὡς μὲν δημιουργήματα, ἴδια, ὡς δὲ διὰ τὸ ἡμαρτηκέναι γενόμενα ἀλλότρια, οὐκ ἴδια· μὴ νομίσῃς ὅτι ἴδιος εἶ τοῦ Θεοῦ· ἐὰν ᾖς ἁμαρτωλός· ὁ διάβολος γάρ σε κτᾶται· ἐκείνου εἶ κτῆμα. Ἄνθρωπος τῆς ἁμαρτίας, υἱὸς τῆς ἀπωλείας, ἐκεῖνος ἀγοράζει σε, οὐ τιμίῳ αἵματι, ἀλλὰ ἀτίμῳ· ἁμαρτίᾳ γὰρ ἀγοράζει· ἀγοράζει πορνείᾳ· ἀκάθαρτος γάρ ἐστιν. Ἀγοράζει φόνῳ· μιαιφόνος γάρ ἐστιν· Ἀνθρωποκτόνος γὰρ ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε, καὶ ταῦτα αὐτοῦ ἐστι τὰ νομίσματα.